Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.37
Not analysed yet
πλακείη ὁ λόγος οὕτως· ἡ τοῦ Διὸς βουλὴ κινήσασα τὸν Ἀπόλλωνα πεποίηκε λοιμόν· οὗ ζητηθέντος ἀφαιρεθεὶς ὁ Ἀχιλλεὺς τὴν Βρισηΐδα ἐμήνισε. Λητοῦς δὲ υἱὸς ὁ Ἀπόλλων λέγεται, τουτέστι νυκτός. δοκεῖ γὰρ ἐξ αὐτῆς οἷα μητρὸς ὁ ἥλιος γεννᾶσθαι, ὡς καὶ Σοφοκλῆς ἐν Τραχινίαις λέγει. καὶ ζητητέον τὴν ἐκείνου ἀλληγορίαν, ἔνθα φησίν, ὅτι «ἡ νὺξ ἐναριζομένη τίκτει κατευνάζει τε τὸν ἥλιον». [Παρέοικε δὲ πάντως τῇ τοιαύτῃ τοῦ Σοφοκλέους ἐννοίᾳ καὶ Αἰσχύλου ἐν Ἀγαμέμνονι τὸ «εὐάγγελος ἠὼς γένοιτο μητρὸς εὐφρόνης πάρα». ὡς γὰρ ἐκ νυκτὸς ἥλιος, οὕτω καὶ ἠὼς ἐξ εὐφρόνης.] Λητὼ δὲ ἡ νὺξ διὰ τὴν παρ' Εὐριπίδῃ «σοφὴν καὶ πότνιαν λήθην». Ὑπνοῦντες γὰρ νυκτὸς πάντων λανθανόμεθα. δεῖ δὲ εἰδέναι καὶ ὅτι ὁ Ἀπόλλων μέρος τι τῆς εἱμαρμένης λαμβάνεται μυριαχοῦ τῷ ποιητῇ καί, ὡς ἄν τις εἴπῃ, μερικὸς φαίνεται Ζεὺς καὶ οἷον μικρόν τι χρεών, τουτέστι μικρά τις εἱμαρμένη. διὸ καὶ Διὸς υἱὸς λέγεται οὐ μόνον ὡς περὶ ἀέρα καὶ οὐρανὸν φερόμενος, ὧν ἑκάτερον Ζεὺς λέγεται, ἀλλὰ καὶ ὡς εἱμαρμένη τις [εἴτ' οὖν μοιρίδιον]. καὶ τὰ μὲν μόνος αὐτός, τὰ δὲ σὺν τῷ Διῒ καταπράττεται. Ἥλιος γάρ ἐστιν αἰτίαν ἔχων τῶν γινομένων κατὰ τὴν Ἑλληνικὴν δόξαν, καθὰ καὶ ὁ Ζεύς. διὸ καὶ ἐνταῦθα τὰ κατὰ τὴν μῆνιν τοῦ Ἀχιλλέως βουλῇ τε Διὸς καὶ χόλῳ Ἀπόλλωνος πράττεται. Χόλος δὲ Ἀπόλλωνος ὁ λοιμός, οὗπερ ὁ Ἀπόλλων αἴτιος, ὡς καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. [Περὶ δὲ τοῦ υἱός φασιν οἱ τεχνικοὶ ὡς οἱ Ἀττικοὶ δίχα τοῦ ι ἐν μόνῳ τῷ υ γράφουσιν αὐτό· καὶ ἴσως πρὸς διαστολὴν τοῦ ὗς ὑός, ὁ χοῖρος, ἡ κοινὴ διάλεκτος τὸ ι συνεξεφώνησε. φύσει γὰρ διὰ μόνου τοῦ υ ὤφειλεν εἶναι, εἴτε ἀπὸ τοῦ φύω εἴτε ἀπὸ τοῦ ὕω, τὸ βρέχω, γίνεται.] Ὅτι τὰ προτακτικὰ ἄρθρα στερηθέντα τῶν ὑποτεταγμένων αὐτοῖς ὀνομάτων σφοδρότερόν τε ἐκφωνοῦνται κατὰ τοὺς τόνους καὶ εἰς ἀντωνυμίας μετάγονται, οἷον ἐν τῷ «ὁ γὰρ Ἀπόλλων βασιλῆϊ χολωθείς», ἐὰν λείψῃ τὸ Ἀπόλλων, τὸ ὁ τὸ ἄρθρον ἀντωνυμία γίνεται καὶ ἐξακουστότερον ἐκφωνεῖται εἰπόντος τοῦ ποιητοῦ «ὃ γὰρ βασιλεῖ χολωθείς» ἀντὶ τοῦ οὗτος. τοιοῦτον καὶ τὸ ὁ μὲν καὶ ὁ δέ. καὶ αὐτὰ γὰρ ὀξυφωνούμενα ἀντὶ ἀντωνυμιῶν κεῖνται. τὸ δ' αὐτὸ νοητέον καὶ ἐπὶ τῶν ἄλλων ἄρθρων. οὕτω γὰρ καὶ τοῦ ἀντὶ τοῦ τούτου φαμὲν καὶ τὸν ἀντὶ τοῦ τοῦτον καὶ τοὺς ἤγουν τούτους λειπόντων δηλαδὴ τῶν συντασσομένων τούτοις ὀνομάτων καὶ ἀπὸ κοινοῦ λαμβανομένων διὰ τὸ γνώριμον. (v. 10) Ὅτι ἡ κοινὴ μὲν διάλεκτος βαρύνει τοὺς ἐνεργητικοὺς πρώτους μέλλοντας,