Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.364
Not analysed yet
ἀρχὰς αὐτὸ τοῦτο δίχα προσθήκης κατ' ἐξοχὴν κληθῆναι τὴν Ἀλεξάνδρειαν. καὶ τάχα διὰ τοῦτο καὶ Ὀδυσσεὺς παρὰ τῷ ποιητῇ πτολίπορθος, οὐχ' ὡς πολλῶν πόλεων πορθητής—τοῦτο γὰρ μᾶλλον τῷ Ἀχιλλεῖ πρέπον, ὡς προγέγραπται— ἀλλ' ὡς πορθητὴς διὰ τοῦ δουρείου ἵππου τῆς ἰδίως οὕτω λεγομένης πόλεως, ἤτοι τῆς Τροίας. (v. 360) Ἰστέον δὲ ὅτι ἐκ τοῦ «ἀλλ' ἄναξ», ὅπερ ἐνταῦθα παρὰ τῷ ποιητῇ κεῖται, ἀρχή τις ἐξοδίου κιθαρῳδικοῦ τὸ «ἀλλὰ ἀλλ' ἄναξ», ὡς ἱστορεῖ Αἴλιος Διονύσιος, ὥσπερ, φησί· κωμικοῦ μὲν ἥδε· «καλλιστέφανος», ῥαψῳδοῦ δὲ αὕτη· «νῦν δὲ θεοὶ μάκαρες τῶν ἐσθλῶν ἄφθονοί ἐστε», τραγικοῦ δέ «πολλαὶ μορφαὶ τῶν δαιμονίων». (v. 362) Ἰστέον δὲ ὅτι τὸ «κρῖνε κατὰ φῦλα» ταὐτόν ἐστι τῷ φυλοκρίνει, ὃ συνέθεντο οἱ μεθ' Ὅμηρον, καὶ ὅτι ἐξ Ὁμήρου παραφράσας Εὐριπίδης ἔφη τὸ «χωρίζουσι δ' ἀλλήλων λόχους», ὅπερ οὐδὲν ἀπέοικε κατὰ νοῦν τοῦ φῦλα κρίνουσιν ἀνδρῶν· καὶ ὅτι τὸ φρήτρη τινὲς μὲν ἀπὸ τοῦ φατρία παράγουσι κατὰ πλεονασμὸν τοῦ ρ καὶ συγκοπήν· ἄλλοι δὲ προτερεύειν φασὶ τὴν φρατρίαν μετὰ τῶν δύο ρ, καὶ ἀπ' αὐτῆς γίνεσθαι τὴν φατρίαν ἀποβολῇ τοῦ πρώτου ρ, λέγεσθαι δὲ ἐκ μὲν τῆς φρατρίας τοὺς φράτορας ἤτοι τοὺς συγγενεῖς καὶ συμφυλέτας καὶ τὴν φρήτρην τὴν αὐτὴν οὖσαν τῇ φρατρίᾳ, ἥτις ἐστὶ τρίτον φυλῆς λεγομένη καὶ τριττύς, ὡς προείρηται· ἀφ' ἧς φρήτρης καὶ ἀφρήτωρ παρὰ τῷ ποιητῇ, ὁ μεμονωμένος συγγενείας καὶ μὴ ἔχων φρήτρην, καὶ ὁ παρὰ τοῖς Ἀττικοῖς φράτωρ καὶ φράτιον τόπος, ἐν ᾧ οἱ τῆς αὐτῆς φρατρίας συνήγοντο. καὶ ταῦτα μὲν ἐκ τῆς φρατρίας. ἀπὸ δέ γε τῆς φατρίας φατριάζειν ἀττικῶς τὸ εἰς τὸ αὐτὸ συνιέναι. Αἴλιος δὲ Διονύσιος ἐν τῷ κατ' αὐτὸν ῥητορικῷ Λεξικῷ φησι· φατρία, ἣν Ἴωνες πατριάν. καὶ ὅτι φράτορες οἱ τῆς αὐτῆς φατρίας. οἱ δὲ ἀρχαῖοι φράτεράς φασι διὰ τοῦ ε, οὗ, φησίν, ἡ ὀρθὴ φράτηρ. Ἐν ἑτέρῳ δὲ ὁμοίῳ Λεξικῷ φέρεται, ὅτι φράτηρ Ἀττικοί φασιν, Ἴωνες δὲ διὰ τοῦ ω. οἱ δ' αὐτοὶ καὶ φρήτρην, ὃ καὶ φρατρία λέγεται. ὅθεν φρατρίζειν τὸ εἰς φρατρίαν συνιέναι. ἀλλαχοῦ δέ, ὅτι τεσσάρων οὐσῶν ποτε φυλῶν Ἀθήνῃσι πρὸς μίμησιν τῶν τοῦ ἐνιαυτοῦ ὡρῶν εἰς τρία ἑκάστην διεῖλον μέρη, ἤγουν εἰς φατρίας, ὅ ἐστι τριττῦς δώδεκα, καθ' ὁμοιότητα τῶν μηνῶν· ἑκάστην δὲ φατρίαν εἰς γένη τριάκοντα, καθάπερ ἡμέραι τριακόσιοι ἑξήκοντα· ὅθεν καὶ ἦν τι σύστημα κοινωνικόν, οἱ γεννῆται, ὅ ἐστιν οἱ ἐκ τῶν γενῶν τῶν συννενεμημένων εἰς τὰς φατρίας, ἤτοι τῶν ἐκ τοῦ αὐτοῦ γένους. καὶ ἦσαν οὗτοι, καθάπερ