Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.363
Not analysed yet
ἕκαστον μὲν φῦλον ἰδίᾳ τάττεσθαι, μὴ εἶναι δὲ τὸ ὅλον φῦλον ὑπὸ ἑνὶ μόνῳ στρατηγῷ, ἀλλὰ κατὰ φρήτρας διαιρούμενον ἔχειν καὶ ὑποστρατήγους τινάς· εἷς γὰρ οὐκ ἂν ἐντελῶς δύναιτο πάντα ποιεῖν τὰ δέοντα. Σημείωσαι δὲ ἐκ τούτων, ὅτι ἔοικεν ἢ μὴ γενέσθαι μέχρι τοῦ νῦν συστάδην μάχην Ἀχαιοῖς τε καὶ Τρωσὶν ἀλλὰ μόνον ἐκδρομάς τινας διὰ τὴν τοῦ Ἀχιλλέως πολεμαρχίαν καὶ τὸν ἐξ ἐκείνου φόβον—οὐ γὰρ ἂν ὁ Νέστωρ ἄρτι τοιαῦτα συνεβούλευεν, ἀλλ' ἦσαν ἂν ἐθάδες οἱ Ἕλληνες τῆς τοιαύτης διατάξεως—ἤ, εἰ καὶ ἐγένοντο μεγάλαι μάχαι, ἀλλ' οὐ κατὰ τὴν τάξιν ταύτην τοῦ γέροντος, οἷα τοῦ Ἀχιλλέως ἐξαρκοῦντος εἰς νίκην καὶ μόνου, κἂν ἄλλος ἔταττε τὰ στρατεύματα. Τὸ δὲ χρήσιμον τοῦ κατὰ φῦλα καὶ φρήτρας διακριθῆναι τοὺς Ἕλληνας οὐ μόνον, ὅτι πάντως ἂν εὐδοξεῖν σπουδάζοιεν παρὰ τοῖς εἰδόσιν ὁμοεθνέσι μαχόμενοι καὶ οὐκ ἂν οὐδὲ ὀκνηρῶς ἔχοιεν, ἵνα μὴ ἐλέγχοιντο, ἀλλὰ καὶ ὅτι καὶ οἱ κινδυνεύοντες βοηθοῖντο ἂν ὑπὸ τῶν συμφυλετῶν. οὐ γὰρ περιορῷεν ἂν οἱ τοῦ αὐτοῦ φύλου τοὺς οἰκείους κακῶς πάσχοντας, ὅπερ ὁ ποιητὴς καὶ νῦν ἐδήλωσεν ἐν τῷ «ὡς φρήτρη φρήτρῃφιν ἀρήγῃ, φῦλα δὲ φύλοις». ἐξηγήσατο δὲ καὶ ἐν τῷ «μεμαῶτες ἀλεξέμεν ἀλλήλοις». (v. 364—8) Ὁ δὲ Νέστωρ καὶ ἄλλως ἐπαινῶν ὡς ἀρίστην τὴν τοιαύτην τάξιν φησὶν ὅτι, ἐὰν οὕτω ποιήσῃς, καί τοι πείθωνται Ἀχαιοί, γνώσῃ ἂν, ὅστε τῶν ἡγεμόνων κακὸς ἢ ἐσθλός, ὅστε τῶν λαῶν ὁμοίως κακὸς ἢ ἐσθλός. κατὰ σφέας γὰρ μαχέονται, τουτέστιν, ἐπεὶ καθ' ἑαυτοὺς διακεκριμένοι μέλλουσι μάχεσθαι, φανήσονται οἵ τε ἀγαθοὶ λαοί τε καὶ ἡγεμόνες καὶ οἱ μὴ ἀγαθοί. καὶ τότε δὴ γνώσῃ, εἴτε θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις ἢ ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο, τουτέστιν, ἐὰν κατὰ φῦλα καὶ φρήτρας τάξας τοὺς Ἕλληνας μηδὲν ἀνύσῃς, ἢ θεσπεσίᾳ, τουτέστι θείᾳ βουλῇ, τὴν πόλιν οὐκ ἀλαπάξεις, τῶν Ἀχαιῶν καλῶς δηλονότι πολεμησάντων, ἢ τῇ τῶν ἀνδρῶν κακότητι καὶ τῇ ἀπειρίᾳ τοῦ πολέμου, ἐὰν μὴ ὁλοψύχως δηλαδὴ ἢ καὶ ἀτέχνως μαχέσωνται· ἡ μὲν γὰρ τάξις ἀρίστη· ἢ δὲ θεὸς ἔβλαψεν ἢ ὁ λαός. [Ἐνταῦθα δὲ γράφουσιν οἱ παλαιοὶ καί, ὅτι τὸ μὲν γινώσκειν ἀλλήλους αἰσχύνεσθαι ποιεῖ, οἱ δὲ ἀγνοοῦντες ῥᾳδιουργοῦσιν ὥσπερ ἐν σκότει ὄντες. ποιεῖ δὲ ἀκριβῆ γνωριμότητα οὐ μόνον τὸ ὁμοῦ τὰ πλείω εἶναι, ὅπερ ἐπαινεῖ ὁ καλὸς Ξενοφῶν ἀξιῶν δεῖν εἶναι ξυσκηνοῦν τοὺς στρατιώτας, ἀλλὰ μάλιστα τὸ καὶ πατριώτας καὶ ὁμοφύλους ὑπάρχειν τοὺς συσκηνοῦντας, ὅπερ ὁ Ὁμηρικὸς Νέστωρ οἶδε φιλεῖν παραδιδοὺς αὐτὸ καὶ τοῖς εἰσέπειτα.] (v. 367) Ὅρα δὲ ὅπως τὴν Τροίαν δίχα τινὸς ἐπιθέτου πόλιν ὠνόμασε καὶ γέγονεν ἀρχὴ τῷ φιλομήρῳ Ἀλεξάνδρῳ τοῦ τὴν κατ' αὐτὸν Ἀλεξάνδρειαν οὕτω καλέσαι. φέρεται γὰρ ἱστορία πόλιν τὰς