Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.366
Not analysed yet
Νέστορα δίχα ἐπιθέτου ἐν τῷ «Νέστορα μὲν πρώτιστον», τὸν δὲ Ὀδυσσέα μετὰ ἐπαίνου ἐν τῷ «ἕκτον δὲ Ὀδυσσῆα, Διῒ μῆτιν ἀτάλαντον», ἐμφαίνει ὡς ὁ μὲν Ἀγαμέμνων τὸν Νέστορα τιμᾷ, αὐτὸς δὲ ὁ ποιητὴς τὸν Ὀδυσσέα κρείττονα ἥγηται, εἰς ὃν καὶ βιβλίον ὅλον ἐποίησε, τὴν Ὀδύσσειαν. [Ὅρα δὲ ὅτι ἐνταῦθα μὲν ἠθικῶς ὡς ἐν θαύματι κεῖται τὸ «ὦ γέρον», ἐν δὲ τῇ αʹ ῥαψῳδίᾳ τὸ μέν «μή σε, γέρον, κιχείω» ἐνταῦθα βαρύτητα σκωπτικὴν εἶχε· τὸ δέ «ἔδδεισε δ' ὁ γέρων» οἴκτῳ κέκραται.] (v. 371 s.) Ὅτι ὁ βασιλεὺς ἀποδεξάμενος τὴν τοῦ Νέστορος συμβουλὴν εὔχεται οὕτως· «εἴθε τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν». καὶ ἔστιν ὁ λόγος χρήσιμος εἰς ἐγκώμιον συμβούλου χρηστοῦ. κατηνέχθη δέ, φασίν, ἐπὶ ταύτην τὴν εὐχὴν ὁ βασιλεύς, ἵνα τῇ τοῦ ἐπαίνου ὑπερβολῇ προτρέψῃ τοὺς Ἀχαιοὺς πείθεσθαι ταῖς τοῦ γέροντος παραινέσεσι. Τὸ δέ «τοιοῦτοι συμφράδμονες» ἀντὶ τοῦ οἷς ἡ αὐτὴ ἕξις τοῦ λόγου· οὐ μὴν οἱ τὰ αὐτὰ συμβουλεύοντες. τίς γὰρ χρεία, φασί, τῶν δέκα ἢ τῶν πλειόνων, ἐὰν ἀπαραλλάκτως ἔχουσα οὐδὲν αὐτοῖς διοίσει ἡ συμβουλή. Σημειοῦνται δὲ οἱ παλαιοὶ ἐν τούτοις καί, ὅτι δῆλός ἐστιν ὁ ποιητὴς προτιμώμενος τὰ ψυχικὰ τῶν σωματικῶν. ἐνταῦθα μὲν γὰρ δέκα Νέστορες ἐπαρκέσουσι τῷ βασιλεῖ πρὸς τὴν τῆς Ἰλίου ἅλωσιν· τοὺς δὲ Αἴαντας ὀτρύνων εἰς πόλεμον οὐκ ἀριθμῷ τινι στενοχωρεῖ, ἀλλὰ εὔχεται, ἵνα τοῖος πᾶσιν Ἀχαιοῖς θυμὸς ἐνὶ στήθεσι γένοιτο· μονονουχὶ λέγων, ὅτι Νέστορες μὲν αὐτῷ ἐὰν δέκα γένοιντο, ταχὺ ἂν ἡ πόλις τοῦ Πριάμου πέσοι χερσὶν ὑφ' ἡμετέραις ἁλοῦσα· Αἴαντες δὲ οὐ μετρητοί τινες ἐξαρκέσουσιν, ἀλλὰ χρὴ πᾶν τὸ στράτευμα κατὰ τοὺς Αἴαντας εἶναι. Ὑπερτίθησιν οὖν τῆς ἀνδρίας τὴν φρόνησιν, καθὰ καὶ Εὐριπίδης φησί· «σοφὸν ἓν βούλευμα τὰς πολλὰς χεῖρας νικᾷ». Σκοπητέον δέ, εἰ ἐξ Ὁμήρου εἴληφε τὴν ἀρχὴν ὁ κατὰ κόκκους ῥοιᾶς εὐξάμενος ἑαυτῷ εἶναι Μεγαβύζους. Ἀγαμέμνονος γὰρ δέκα εὐξαμένου ἔχειν ἄνδρας κατὰ Νέστορα, τῶν τις παρὰ Ἡροδότῳ βασιλέων ἁδρὰν ῥοιὰν ἀνασχίσας καὶ ἐρωτηθείς, τί ἂν τῶν τιμίων ἔχειν βούλοιτο, κατὰ ποσότητα τῶν τῆς ῥοιᾶς κόκκων, Μεγαβύζους εἶπε ἐθέλειν αὑτῷ τοσούτους εἶναι. μέγας δὲ ἦν καὶ λόγου πολλοῦ ἄξιος ἀνὴρ ὁ Μεγάβυζος παρ' αὐτῷ. (v. 373 s.) [Κεῖται δ' ἐν τούτοις καὶ ἡ ὑπο πρόθεσις μετὰ δοτικῆς λόγῳ ἀντιπτώσεως. φησὶ γάρ, ὡς οὕτως ἂν τάχ' ἠμύσειε πόλις Πριάμοιο χερσὶν ὑφ' ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε, ἤγουν ὑπὸ τῶν ἡμετέρων χειρῶν. ὡς δὲ ταὐτολογεῖται τὸ «ἁλοῦσά τε περθομένη τε» καὶ ὡς ἠμύειν τὸ ἐπικλίνεσθαι καὶ