Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.367
Not analysed yet
καταπίπτειν ἐστί, πολλαχοῦ φανεῖται. Τὸ δέ «τάχ' ἠμύσειε» παλαιὸν μὲν ἄνδρα οὐκ ἂν παρήγαγεν, ὡς ἐθάδα τῶν τοιούτων· τοῦ δὲ νῦν γένους τινὲς πλανηθεῖεν ἂν δοκοῦντες ἀκούειν τάχει, εἶτα κατ' ἰδίαν μύσειε, νόμῳ δηλαδὴ σχεδικῷ.] (v. 377 s.) Ὅτι ὁ ποιητής, ὡς ἀλλαχοῦ φαίνεται, κατὰ ποσά τινα διαστήματα μέμνηται τοῦ Ἀχιλλέως, ἐν λόγῳ πολλῷ τὸν ἄνδρα τιθέμενος καὶ θέλων μὴ ἀπαλιφῆναι τὴν αὐτοῦ μνήμην τῆς ψυχῆς τῶν ἀκροατῶν. ποιεῖ γοῦν καὶ ἐνταῦθα τὸν βασιλέα λέγοντα, ὅτι ἐγὼν Ἀχιλλεύς τε μαχεσσάμεθα εἵνεκα κούρης. ἔνθα καὶ ὁμολογεῖ, ὅτι ἐγὼ ἦρχον χαλεπαίνων. οὐ σπεύδει μέντοι πρὸς καταλλαγὴν διά τε τὸ μὴ ἐπικεῖσθαι ἀνάγκην καὶ διότι καὶ πέποιθε τῷ ὀνείρῳ. Ὅρα δὲ ὅτι οὐκ ἄλλο τι ἑαυτὸν τῆς ἔριδος ὁ βασιλεὺς ᾐτιάσατο, ἀλλ' ὅτι μόνον αὐτὸς κατήρξατο χαλεπαίνων. τὴν γὰρ αἰτίαν τοῦ ἀπράκτως ἐρίσαι τῷ Διῒ ἀνέθετο εἰπών· [»ἀλλά μοι Ζεὺς ἄλγε' ἔθηκεν,] ὅς με μετ' ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει». ἐνταῦθα δὲ παρασημειοῦνται οἱ παλαιοί, ὅτι εὐεπίφοροι κατὰ θεοῦ οἱ ἀτυχεῖς. (v. 378) Ὅρα δὲ τὸ ἐξ ὁμωνυμίας τοῦ ἄρχειν ἀστεῖον νόημα ἐν τῷ «ἐγὼ δ' ἦρχον χαλεπαίνων». οἱονεὶ γὰρ λέγει, ὅτι οὐκ ἦρχον πολεμῶν ἢ παρατασσόμενος οἷα βασιλεὺς κατὰ τὸ «ἄρχευ Ἀργείοισιν», ἀλλὰ προκατῆρξα τοῦ χαλεπαίνειν. τὸ δὲ τοιοῦτον ἄρχειν καὶ κατάρχειν λέγεται παρὰ τοῖς ὕστερον καὶ ὑπάρχειν, ἐξ οὗ καὶ ἡ ὑπαρχή. καὶ Ὅμηρος μὲν μετοχῇ αὐτὸ συνέταξεν, οἱ δὲ μεθ' Ὅμηρον καὶ γενικῇ αὐτὸ συντάσσουσιν, οἷον· ἄρχω ἀπειλῆς ἢ μάχης. ἔστι δ' ὅτε παθητικῶς προφέροντες καὶ αἰτιατικὴν ποιοῦσιν ἐν αὐτῷ σύνταξιν, οἷον καὶ τὸ «κατάρχομαι νόμον Βακχεῖον». (v. 379 s.) Ὅτι φαίνεται ὁ βασιλεὺς δύσελπις ἤδη ὢν εἰς τὴν τῆς Ἰλίου ἅλωσιν διὰ τὸ μὴ πανσυδίῃ, ὡς προείρηται, εἰς μάχην ἐξιέναι κατὰ τὸν ὄνειρον ἤγουν πανστρατιᾷ. φησὶ γοῦν ὅτι, «εἴ ποτε ἔς γε μίαν βουλεύσομεν, οὐκέτ' ἔπειτα Τρωσὶν ἀνάβλησις κακοῦ ἔσεται οὐδ' ἠβαιόν». ὥστε φόβος αὐτὸν ὕπεισιν ἀναβολῆς ἄρτι, ἐπείπερ εἰς μίαν οὐ βουλεύουσι λειπόντων τῶν Μυρμιδόνων. καὶ ὅρα τὸ μίαν· ἀπὸ κοινοῦ γὰρ ἐνταῦθα ληπτέον ἐκ τοῦ βουλεύειν ῥήματος ὄνομα τὴν βουλήν, ἵνα λέγῃ ὅτι εἰς μίαν βουλὴν βουλεύσομεν. Ἀνάβλησιν δὲ λέγει τὴν ἀναβολὴν καὶ παράτασιν ἀπὸ τοῦ ἀναβάλλεσθαι, ὃ δηλοῖ τὸ ἀργεῖν. [Ἰστέον δὲ ὡς οἴδασι μὲν ἀνάβλησιν οἱ βλῆσιν λέγοντες, ἀφ' ἧς παρ' αὐτοῖς τὸ βλησείδιον. πλὴν κοινότερον ἡ ἀνάβλησις ἀναβολὴ λέγεται, ὅθεν ὁ ἀμβολιεργός.] (v. 381—4) Ὅτι ὀτρύνων