Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.368
Not analysed yet
στρατηγικῶς ὁ Ἀγαμέμνων εἰς μάχην τοὺς Ἕλληνας οὕτω φησίν· «ἔρχεσθ' ἐπὶ δεῖπνον, ἵνα ξυνάγωμεν Ἄρηα· εὖ μέν τις δόρυ θηξάσθω, εὖ δ' ἀσπίδα θέσθω, εὖ δέ τις ἵπποισι δεῖπνον δότω, εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω». καὶ αἰτίαν τῆς τοιαύτης παραγγελίας ἐπάγει τοιαύτην· (v. 385—7) «ὡς ἂν πανημέριοι στυγερῷ κρινώμεθα Ἄρηϊ», οὗπερ μὴ γενέσθαι φησὶ παῦσίν τινα, «εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν», ἑρμηνεύων οὕτω τὸ πανημέριοι. εἶτα διασκευάζει καὶ τὸν ἐν τῇ μάχῃ μόχθον, εἰπών· (v. 388—90) «ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσσιν ἀσπίδος ἀμφιβρότης, περὶ δ' ἔγχεϊ χεῖρα καμεῖται· [ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων».] εἶτα βασιλικῶς ἐπισφραγίζων φόβῳ κολάσεως τὴν συμβουλήν φησιν· (v. 391—3) «Ὅν δ' ἂν ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν, οὔ οἱ ἄρκιον ἐσεῖται φυγέειν κύνας ἠδ' οἰωνούς». καθάπερ γὰρ δίκαιον θάνατον πρὸ μικροῦ ὁ Νέστωρ τῷ λειποτάκτῃ ὥρισεν, οὕτω κἀνταῦθα ὁ βασιλεύς. λειποτάκτης γὰρ οὐ μόνον ὁ πρὸ τῶν ἄλλων φεύγων, καθάπερ ἐκεῖ, ἀλλὰ καὶ ὁ τῶν ἄλλων μαχομένων αὐτὸς μένων ἐν ταῖς σκηναῖς. Αὐστηρότερον δὲ τὸ τοῦ βασιλέως. ὁ Νέστωρ μὲν γὰρ θάνατον ἁπλῶς ἠπειλήσατο, ὁ δὲ Ἀγαμέμνων καὶ ἄταφον ῥιφῆναί φησι τὸν θανόντα καὶ μηδέν τι αὐτῷ ἄρκιον γενέσθαι, ἤγουν ἐπαρκέσαι, εἰς τὸ μὴ γενέσθαι κατάβρωμα κυνῶν τε καὶ οἰωνῶν, ὅπερ ἕλωρ κύνεσι καὶ οἰωνοῖσιν ἐν τῇ ἀρχῇ τῆς Ἰλιάδος εἶπεν ὁ ποιητής. (v. 381) Ἰστέον δὲ ὅτι καὶ ἐν ἄλλοις εὑρίσκεται ὁ ποιητὴς πρὸ τοῦ πολέμου παρεισάγων δειπνοποιουμένους τοὺς στρατιώτας. ἔστι δὲ δεῖπνον τὸ ἑωθινὸν ἄριστον, ὥς φασιν οἱ παλαιοί, ὃ κατ' ἀνάγκην πρὸ τοῦ δέοντος ποιοῦνται καιροῦ, ὡς ἂν ἐν τῷ πονεῖν στηρίζοιντο τῇ τροφῇ· ὅθεν καὶ δεῖπνον τὸ τοιοῦτον πρωϊνὸν ἔμβρωμα λέγεται ἐπί τε ἀνθρώπων, ὡς τὸ «ἔρχεσθ' ἐπὶ δεῖπνον» καὶ ἐπὶ ἀλόγων, ὡς τὸ «εὖ δέ τις ἵπποισι δεῖπνον δότω», παρὰ τὸ δεῖν πονεῖν. Δῆλον δὲ ὅτι δεῖπνον καὶ τὸ πρὸς ἑσπέραν ἐλέγετο, ὡς καὶ παρ' Εὐριπίδῃ ἐν Ἑκάβῃ· καὶ ἁπλῶς δὲ πᾶσα τροφή. Τὸ δὲ παρ' Αἰσχύλῳ «ἄριστα δεῖπνα δόρπα θ' αἱρεῖσθαι τρία», [ἢ μάλιστα «τρίτα» κατὰ τοὺς παλαιούς,] κακῶς ῥηθῆναι κρίνουσιν οἱ παλαιοί. οὐδὲ μνηστῆρες γάρ, φασίν, οὐδὲ Κύκλωψ τρισὶ τροφαῖς ἐχρῶντο. περὶ δὲ τούτου