Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.370
Not analysed yet
ξύλον ἀπὸ τοῦ ξύω, οὕτω δόρυ ἀπὸ τοῦ δέρω, ὃ καὶ τὸ ξύω δηλοῖ· ὅθεν καὶ δρύπτεσθαι τὸ ξέεσθαι ἀπὸ τοῦ δόρυ δορύπτω καὶ συγκοπῇ δρύπτω. ἐντεῦθεν καὶ δορίδες κατὰ Αἴλιον Διονύσιον μαγειρικαὶ τράπεζαι. [Δῆλον δὲ ἐνταῦθα ὡς δόρυ θήγεται οὐ τὸ ξύλον αὐτό, ἀλλ' ἡ ἐν ἄκρῳ σιδηρᾶ ἐπιδορατὶς λαχοῦσα ὡς μέρος τὸ καὶ αὐτὴ καλεῖσθαι δόρυ, καλουμένη ἐν κυριολεξίᾳ καὶ αἴχμη παρὰ τὸ αἷμα χέειν τῇ ὀξύτητι. ὅθεν ἡ τραγῳδία τολμήσασα «αἰχμὴν βέλεος» εἶπε τὴν ὀξύτητα τοῦ σιδήρου, δι' οὗ Οἰδίπους τετύφλωτο.] Τὸ δέ «εὖ δόρυ θηξάσθω, εὖ δ' ἀσπίδα θέσθω» παροιμίαν ἐποίησε τὸ «σὺν δορὶ σὺν ἀσπίδι» ἐπὶ τῶν παντὶ τρόπῳ πρᾶξαί τι πειρωμένων. (v. 384) Τὸ δὲ ἅρμα νῦν μὲν ἑνικῶς εἶπεν ὁ ποιητής· ἐν δὲ τοῖς ἑξῆς πάνυ σπανίως εὑρεθήσεται τοῦτο ποιήσας, πληθυντικῶς μάλιστα τῷ ὀνόματι χρώμενος κατὰ ἔθος οἰκεῖον. εἴωθε γὰρ πολλὰ τῶν ἑνικῶν πληθύνειν, ὡς εἴρηται. Ὅτι δὲ ἡ τοῦ ἅρματος λέξις καὶ ἐπὶ ὅπλου λέγεται καὶ ὅτι Ῥωμαϊκὸν τοῦτο καὶ ὅτι διὰ τοῦτο οὐδὲ ὁμωνυμία ἐντεῦθεν γίνεται, δηλοῦσιν οἱ παλαιοὶ σοφοί. ἐπιμελεῖσθαι δὲ τῶν ὅπλων ὁ βασιλεὺς παραινεῖ, ὅτι τε στρατιώτου δεῖγμα καὶ τὸ τοιοῦτον καὶ ὅτι τῶν ὅπλων ἠμελημένων πολλὰ πολλάκις οἱ πολεμισταὶ βλάπτονται. Ἐκ τοῦ Νέστορος δὲ ὠφελημένος ὁ βασιλεὺς μετὰ τὴν δημηγορίαν τακτικῶς λαλεῖ, ἵνα μὴ ἀκούσῃ καὶ αὐτὸς παισὶν ἐοικότα δημηγορεῖν, οἷς οὔ τι μέλει πολεμήϊα ἔργα· διὸ μέμνηται πολεμικῶν. [Τὸ δέ «ἀμφὶς ἰδών», ἀντὶ τοῦ κύκλῳ ἤτοι πάντοθεν, ἀπὸ τῆς ἀμφί προθέσεως, οὕτω καὶ αὐτῆς δηλούσης ἐν τῷ «νῆσος ἀμφιρύτη» καὶ ἀμφίαλος. τὸ μέντοι «ἀμφὶς φράζονται» σημασίαν ἑτεροίαν ἔχειν ἐφάνη πρὸ τούτων.] (v. 385) Τὸ δέ «στυγερῷ κρίνεσθαι Ἄρηϊ» ἀντὶ τοῦ συνεῖναι καὶ ὁμοῦ εἶναι τῷ Ἄρει καὶ ὡς ὑπ' αὐτῷ κριτῇ τὸ μάχιμον ἔργον μεταχειρίζεσθαι· ἢ καὶ ἄλλως τὸ κρινώμεθα ἀντὶ τοῦ συγκρινώμεθα, ἀναμισγώμεθα, συγχεώμεθα, οὗ τὸ ἀνάπαλιν διακρίνεσθαί ἐστιν, ὡς καί, ὅτε τοὺς αἰπόλους φησὶ τὰ αἰπόλια διακρίνειν καὶ ὡς ἡ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν. Ἐναντίον γὰρ τὸ συγκρίνειν καὶ τὸ διακρίνειν, ἃ καὶ αὐτὰ γενικῷ ὀνόματι κρίνειν λέγονται, οἷον· «στυγερῷ κρινώμεθα Ἄρεϊ», ἀντὶ τοῦ συγκρινώμεθα· καὶ «κρῖνε ἄνδρας», ἀντὶ τοῦ διάκρινε· καὶ «ἔθυνον κρίνοντες», ἀντὶ τοῦ διακρίνοντες. (v. 388) Τὸ δέ «ἱδρώσει τελαμὼν ἀσπίδος», ἀντὶ τοῦ ὑγρανθήσεται τῷ ἐκ τῶν στηθέων