Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.371
Not analysed yet
πολλῷ ἱδρῶτι· οὐ γὰρ αὐτὸς ἐκεῖνος ὁ τελαμὼν ἱδροῖ, [ὡς ὁ ἵππος.] Τελαμὼν δὲ νῦν λῶρος πλατύς, δι' οὗ ἡ ἀσπὶς ἀνεφέρετο· διὸ καὶ ἀναφορεὺς ὁ αὐτὸς ἐλέγετο. Ἐνταῦθα δὲ σημειοῦνται οἱ παλαιοί, ὅτι οὔπω τότε πόρπακας εἶχον αἱ ἀσπίδες, ἀλλ' ὑπὸ τελαμώνων διῳκοῦντο διηκόντων ἀπ' ἄκρου εἰς ἄκρον. φανήσεται γὰρ ἐν τοῖς ἑξῆς, ὅτι ἐν τῷ μέσῳ κανόνιόν τι τὸ παλαιὸν εἶχεν ἡ ἀσπίς. οὔπω γὰρ ἐπενοήθησαν οἱ νῦν χιαστοὶ πόρπακες, οἳ καὶ ὄχανα λέγονται. λέγεται δὲ καὶ ὁ τελαμών, ὡς καὶ ὁ τάλας, ἀπὸ τοῦ ταλάσσω, τὸ καρτερῶ, οἱονεὶ ταλαμών, ὁ καρτερικὸς καὶ βαστακτικός. [Τὸ δὲ μῦ ἀπὸ πλεονασμοῦ παραγωγικοῦ ἔχει, ὡς καὶ ὁ πλαταμών. τελαμὼν δὲ ἀσπίδος πρὸς διαστολὴν ἑτέρων ἐρρέθη, ὧν εἷς καὶ ὁ τοῦ ξίφους. εἰ δέ τι καινὸν δοκεῖ τελαμῶνι τοιούτῳ ὁμωνυμεῖν τὸν ἥρωα τὸν ἐξ Αἰακοῦ, ἐνθυμητέον ὅτι καὶ ὁ Δοῦρις, ἀνὴρ ἱστορικός, εἰ καὶ μὴ ὁμωνυμεῖ, ἀλλ' οὖν παρωνόμασται δόρατι.] (v. 389) Ἀσπὶς δὲ ἀμφιβρότη ἡ ἀμφὶ τὸν βροτὸν ἄνθρωπον ἢ ἡ σκέπουσα ὅλον τὸν ἄνθρωπον. φασὶ δὲ ἐνταῦθα οἱ παλαιοί, ὅτι τὸ βροτός ἐν ταῖς συνθέσεσι προσλαμβάνει τὸ μ, οἷον τερψίμβροτος, φαεσίμβροτος, Κλεόμβροτος, ἐναρίμβροτος αἰχμή, πλειστόμβροτος ἀγορά, δίχα τοῦ ἀμφιβρότη καὶ ἀβρότη, ἡ νύξ. [(v. 390) Ἐΰξοον δὲ ἅρμα οὐ μόνον τὸ εὖ ἐξεσμένον πρὸς κάλλος, ἀλλὰ καὶ τὸ ἄλλως πρὸς τέχνης ἀρετὴν ξεσθέν, ἵνα συμμέτρως ἔχῃ πρὸς τὸ καλῶς ὑπὸ ζῴων ἕλκεσθαι. χρεία γὰρ συμμετρίας πάντως καὶ ἅρμασι, τοῖς τε πολεμιστηρίοις καὶ τοῖς ἐναγωνίοις. Τοῦ δὲ τιταίνειν ἄχρηστον θέμα τῶ, καθάπερ οὐ χρηστὸν οὐδὲ τὸ τῶ, τὸ λαμβάνω, ἐξ οὗ τὸ «Κύκλωψ τῆ πίε οἶνον». ἐκ δὴ τοῦ προτέρου τῶ παράγωγα ἓν μὲν τένω, ἐξ οὗ τὸ τείνω, ὡς κτένω κτείνω· καὶ ἔστι καὶ ὁ τένων ἐκ τοῦ τένω· ἕτερον δὲ ταίνω διὰ διφθόγγου, ὡς ῥῶ ῥαίνω, καὶ κατὰ ἀναδιπλασιασμὸν τιταίνω· ὅθεν φῦλον δαιμόνιον οἱ Τιτᾶνες.] (v. 386 s.) Ὅτι προαναφώνησις τὸ «οὐ γὰρ