Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.375
Not analysed yet
ὡς καὶ ἐκ τοῦ ἐνναετής ὁ ἐνναέτηρος·] (v. 404—8) Ὅτι ἐνταῦθα φανερῶς δηλοῖ τίνας ἐν τῷ προβουλίῳ γέροντας ἔφη ὁ ποιητής, ὅτι δηλαδὴ τοὺς ἀριστεῖς. φησὶ γάρ «κίκλησκε δὲ γέροντας» καὶ εὐθὺς ἐπάγει «ἀριστῆας Παναχαιῶν, Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα, αὐτὰρ ἔπειτ' Αἴαντε δύο καὶ Τυδέος υἱόν, ἕκτον δ' αὖτ' Ὀδυσῆα Διῒ μῆτιν ἀτάλαντον· αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος». Ὅρα οὖν ὅτι καὶ νῦν γέροντας εἰπὼν οὐ πάντας καθ' ἡλικίαν ἀπηριθμήσατο γέροντας· οὔτε γὰρ οἱ Αἴαντες οὔτε ὁ τοῦ Τυδέως Διομήδης γέροντες· λέγει τοίνυν γέροντας ἐκ μέρους καὶ τούτους ὡς ἐντίμους, οὓς καὶ ἀριστῆας ἐπονομάζει Παναχαιῶν. καὶ ἴδε ὅτι καὶ τὸν Νέστορα τοῖς ἀριστεῦσι συγκαταλέγει, οὐχ' ὅτι νῦν τοιοῦτός ἐστιν, ἀλλ' ὅτι ποτὲ ἦν, ἢ καὶ ἐκ μέρους, καθά που καὶ πρὸ ὀλίγου εἴρηται. ὡς γὰρ οἱ Αἴαντες καὶ ὁ Διομήδης, οἱ νέοι καὶ ἀριστεῖς, γέροντες λέγονται διὰ τοὺς σὺν αὐτοῖς τοιούτους τῇ ἡλικίᾳ, οὕτω καὶ οἱ τῷ χρόνῳ γέροντες ἀριστεῖς διὰ τοὺς σὺν αὐτοῖς ἀρίστους τὴν χεῖρα καὶ ἀνδρικούς. Κικλήσκει δὲ πρώτιστα μὲν τὸν Νέστορα οἷα πρὸ βραχέος εὐδοκιμήσαντα καὶ ὑπ' αὐτοῦ ἐπαινεθέντα, ὡς ἀγορᾷ νικῶντα πάντας Ἀχαιούς. ὡς γὰρ ὁ Νέστωρ φιλοβασιλεύς, οὕτω φιλονέστωρ ὁ βασιλεύς· [καὶ ἄλλως δέ, ὡς εἰκός, κατά τι ἔθος παλαίτατον, καθ' ὃ καὶ ἐν Λακεδαίμονι ὁ πρεσβύτερος ἡγεῖτο, φασίν, ἐν τοῖς συσσιτίοις ἐπὶ τὰς κλίνας, εἰ μή τινα ἕτερον ὁ βασιλεὺς προσκαλέσαιτο·] Εἶτα τὸν Ἰδομενέα ὡς καὶ αὐτὸν καθ' ἡλικίαν πρεσβεῖον ἔχοντα καί, ὅτι καὶ συγγενὴς τῶν βασιλέων ἦν καὶ ὅτι καὶ τῶν νησιωτῶν ὁ δυνατώτατος ἦν ὀγδοήκοντα νῆας ἔχων συμμαχούσας τοῖς Ἕλλησι, καὶ ἄλλως δὲ καθ' αὑτὸν ἀνδρεῖος, ὡς ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται· Τρίτον δὲ τὸν μέγαν Αἴαντα, ὃς τῶν Ἑλλήνων ἄριστος ἦν, δεύτερος ἥκων εἰς ἀνδρίαν μόνου τοῦ Ἀχιλλέως, ὡς πολλαχοῦ φανήσεται· Τέταρτος ὁ μικρὸς Αἴας ὁ Λοκρὸς ἀεὶ τῷ μεγάλῳ καὶ συμπαρομαρτῶν ἐξ ἀνάγκης, ὡς λεχθήσεται κατὰ καιρόν, καὶ συνεκφωνούμενος ὑπὸ τοῦ ποιητοῦ· πάνυ γὰρ σπανίως ἀλλήλων διῃρημένοι που εὑρεθήσονται, τὰ πολλὰ δὲ συνόντες ἀλλήλοις ἱστορηθήσονται. διὸ ἐν τοῖς πολέμοις ὁμοῦ ὄντες καὶ ἀλλήλων ἀχώριστοι, οἷα θυμὸν ἴσον ἔχοντες κατὰ τὸν ποιητήν, ὁμοῦ καὶ κικλήσκονται εἰς τὸ βασιλικὸν συμπόσιον, ὡς τοῦ ἴσου θυμοῦ καὶ τῆς ὁμωνυμίας ἀδιασπάστους ποιούντων αὐτούς. Πέμπτος ὁ Διομήδης, ὃς τέταρτος ἂν ἦν, εἰ μὴ ὁ Λοκρὸς διὰ τὴν ὁμωνυμίαν