Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.374
Not analysed yet
διεχειρίζοντο τὰ τῶν εὐωχιῶν οἱ παλαιοί. διὸ σκώπτων Ἀντιφάνης ἔφη· «τί δ' ἂν Ἕλληνες μικροτράπεζοι φιλοτρῶγες δράσειαν». οἱ δέ γε ὕστερον εἰς χάος τρυφῆς καθῆκαν ἑαυτούς. καὶ ὁ μὲν Ὁμηρικὸς εὐρυκρείων αὐταρκεῖται, καθὰ εἰρήσεται, βοῦν ἕνα κατακόψας ἑαυτῷ τε καὶ τοῖς ἀρίστοις· ἐν δὲ τοῖς ὑστερογενέσι τῷ βασιλεῖ τῶν Περσῶν χίλιά φασιν ἱερεῖα τῆς ἡμέρας κατεκόπτοντο, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται πλατύτερον.] (v. 401) Ὅτι διάφορος καὶ ἡ εὐχὴ τῷ τε πλήθει καὶ τῷ βασιλεῖ. τῶν μὲν γὰρ ἕκαστος ἐν τῷ θύειν ἦν εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος ἀγαπητὸν ἡγούμενος μόνον τὸ ζῆν· ὁ δὲ βασιλεὺς μεγάλα εὐχόμενος, ὡς ῥηθήσεται, ἀκολούθως οἷς τὸν ὄνειρον ἔκρινε, μὴ δῦναι τὸν ἥλιον εὔχεται, πρὶν αὐτὸν τήν τε Τροίαν ἑλεῖν καὶ τὸν Ἕκτορα ἀνελεῖν· οὐ γὰρ ἀρκετὸν βασιλεῖ ζῆν, εἰ μὴ καὶ εὐκλεῶς. ἔνθα οὐδὲ τοῦ στρατοῦ ὑπερεύχεται, οἷα λαθόμενος διὰ τὸ ἓν μόνον εἰς νοῦν ἔχειν, τὸ καταστρέψαι τὴν Ἴλιον. Μῶλος δὲ Ἄρεος ἡ κακοπάθεια ἐκ τοῦ μόλις ἐκταθέντος τοῦ ο ἢ παρὰ τὸ μὴ καὶ τὸ ὅλος, μήολος, ὁ μὴ τὴν ὁλότητα φυλάττων τοῦ στρατοῦ, καὶ κατὰ κρᾶσιν μῶλος, ὡς δόημα δῶμα, σιγηωπή σιωπή, βοήσομαι βώσομαι, [ὀγδοήκοντα ὀγδώκοντα, τὸ ἥμισυ τὤμισυ, μάλιστα δὲ ὡς μήορος μῶρος παρ' Ἀττικοῖς, ὁ παρὰ τοῖς ὕστερον ὀξυτόνως μωρός.] Καὶ ὅρα ὅτι ἐντελὲς μῶλος Ἄρεός ἐστι· τὸ δὲ μῶλος, ὁ πόλεμος, ἐλλιπῶς λέγεται. ὅτι δὲ τοῦ Ἄρηος προϋπάρχει εὐθεῖα ὁ Ἄρευς, ῥηθήσεται ἐν τοῖς ἑξῆς. (v. 402 s.) Ὅτι βοῦν ἱέρευσεν Ἀγαμέμνων τῷ Διῒ πίονα πενταέτηρον, ὡς βασιλεὺς βασιλεῖ ζῷον βασιλικόν, ὡς τελείῳ, φασί, τέλειον, ὡς μέγα μεγίστῳ, ὡς δυνατῷ ἀκμαῖον· ἀκμάζει γὰρ ὁ πενταέτηρος βοῦς, ὅπου γε Ἡσίοδος καὶ τοὺς ἐνναετήρους ἀρίστους εἰς ἐργασίαν γῆς λέγει καὶ ἥβης μέτρον ἔχειν φησί. καὶ Ἀριστοτέλης οὖν ἱστορήσας ἀκμάζειν μάλιστα τὸν βοῦν πέντε ἔτη ὄντα λέγει ὀρθῶς πεποιηκέναι τὸν Ὅμηρον βοῦν ἄρσενα πενταέτηρον. φησὶ δὲ καὶ τὸ «βοὸς ἐννεώροιο» ταὐτὸν δύνασθαι. [παράγωγον δὲ ἐκ τοῦ πενταετής ἢ πενταέτης ὁ πενταέτηρος,