Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.377
Not analysed yet
Ἀθήναιος, ὅτι καίτοι τινὲς στίχον προσέγραψαν τὴν αἰτίαν προστιθέντες· «ᾔδεε γὰρ ἀδελφεὸν ὡς ἐπονεῖτο», ὥσπερ δέον ὂν καὶ αἰτίαν εἰπεῖν, δι' ἣν ἀδελφὸς αὐτόματος ἂν ἥκοι πρὸς δεῖπνον. καὶ Δημήτριος δέ, φησίν, ὁ Φαληρεύς, ἐπαρίστερον τὴν τοῦ στίχου τούτου παράληψιν οἶδε. καὶ οὕτω μὲν αὐτόματος παρέβαλεν ὁ Μενέλαος τῷ δείπνῳ.] Εἰ δὲ Ὀδυσσεύς, ὁ ἕκτος κληθείς, ἄτιμος, πολλῷ πλέον ὁ ἀδελφὸς ὁ μηδὲ κληθεὶς ὅλως. ἀλλὰ μὴν οὐδέτερον, ἤγουν οὔτε ὁ ἕκτος ἄτιμος οὔτε ὁ ἕβδομος. Ὅρα δὲ ὅτι ἕκτον τάξας ὁ ποιητὴς τὸν Ὀδυσσέα ἤτοι ἔσχατον ἐν τοῖς κληθεῖσι σεμνύνει αὐτὸν ἑτέρως καὶ ὑψοῖ τῷ ἐγκωμίῳ, εἰπών «Διῒ μῆτιν ἀτάλαντον» καὶ δείξας ἐντεῦθεν αὐτὸν οὐδὲν ἀπεοικότα τοῦ πρώτου Νέστορος, μηδὲ ἔσχατον, ἀλλὰ καὶ αὐτὸν ἄκρον τινά, καθὰ καὶ ὁ Νέστωρ, καὶ κατὰ μὲν τὸν βασιλέα ἕκτον τῇ κλήσει, κατὰ δὲ τὸν Ὅμηρον πρώτιστον τῇ τῆς φρονήσεως ἀρετῇ, καθ' ἣν ὡμοίωται τῷ ὑπάτῳ Διΐ. ὅρα δὲ καὶ ὅτι τὸν μὲν Ὀδυσσέα, ὡς ἐρρέθη, ἐπῄνεσε, τὸν δὲ Ἰδομενέα προσεῖπεν ἄνακτα, τοὺς δὲ λοιποὺς τέσσαρας ψιλῶς οὕτω κατ' ὄνομα προήνεγκε, τὸν δὲ Μενέλαον βοὴν ἀγαθὸν εἶπεν. (v. 404) Ἐκ δὲ τοῦ Παναχαιῶν ὕστερον οἱ Πανέλληνες εἴρηνται καὶ τὸ Πανελλήνιον, ὥς που καὶ τὸ Πανιώνιον. [ὁμοίου δὲ τύπου τοῖς Πανιωνίοις καὶ τὰ Παναθήναια ἡ ἑορτή, ὡς καὶ τὰ Παμβοιώτια.] (v. 408) Αὐτόματος δὲ ὁ αὐτόκλητος καὶ ἀφ' ἑαυτοῦ μεμαὼς ἤτοι προθυμούμενος ἐλθεῖν. οἱ δὲ νεώτεροι αὐτόματα τὰ κατὰ τύχην φασὶν ἐκ τοῦ μάτην, ὡς αὐτὰ μάτην οὕτω γινόμενα καὶ ὡς ἔτυχεν, ὅπερ ἐνταῦθα οὐκ εὐσυμβίβαστον· πῶς γὰρ αὐτόματος καὶ κατὰ τύχην ἦλθεν ὁ εἰδώς, ὅτι ἐπονεῖτο ὁ ἀδελφός; [Ἡ δὲ τοιαύτη ἔννοια καὶ τὰ παρὰ τοῖς μηχανικοῖς ὠνόμασεν αὐτόματα. ἐκ δὲ τοῦ «αὐτόματος ἦλθεν» ὁ ἀδελφὸς Μενέλαος παροιμία ὕστερον ἐπενοήθη τὸ «ἀκλητὶ κωμάζουσιν ἐς φίλους», ἢ ἐς φίλων, «φίλοι». (v. 409) Ὁ δὲ ἀδελφεὸς πλεονασμὸν ἔχει τοῦ ε, ὁποῖον καὶ ὁ κενεός· ἴσως δὲ καὶ ὁ κελεός ὡς ἀπὸ τοῦ κέλω.] (v. 408) Βοὴν δὲ ἀγαθὸς ὁ πολεμιστής. βοὴ γὰρ ἐκ τοῦ παρακολουθοῦντος ἡ μάχη, ὥσπερ καὶ ἀϋτή ἐκ τοῦ αὔω τὸ βοῶ, καθὰ καὶ προείρηται, καὶ φύλοπις ἐκ τῆς ὀπὸς ἤτοι βοῆς τῶν φύλων· ἢ βοὴν ἀγαθὸς ὁ εὐρυβόας· ἀρετὴ γὰρ καὶ τοῦτο στρατηγοῦ καὶ χρήσιμον ἐν μάχαις τὸ μεγαλόφωνον. μήπω γάρ,