Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.378
Not analysed yet
φασί, σάλπιγγος εὑρεθείσης τῇ βοῇ διῴκουν οἱ παλαιοὶ τὰς τῆς μάχης ἐπιθέσεις τε καὶ ἀνακλήσεις. καὶ ἱστοροῦνται πολλοὶ τῶν στρατηγῶν ἐπαινετέοι καὶ τῆς εὐρυφωνίας· ἔτι δέ, φασί, καὶ σημεῖον θάρσους τὸ βοᾶν· ἡ γὰρ δειλία θραύουσα τὸ πνεῦμα εἰς ἀφωνίαν καθιστᾷ καὶ βαμβαίνειν ποιεῖ. διὸ πολλαχοῦ τοὺς ἥρωας ὁ ποιητὴς βοῶντας παρεισάγει, οἷον «σμερδαλέον δ' ἐβόησε» καὶ ἤϋσε «διαπρύσιον» καὶ βοὴν ἀγαθοὺς ἀποκαλεῖ τόν τε Ἕκτορα καὶ τὸν Αἴαντα καὶ τὸν Διομήδην καὶ ἄλλους ἀνδρείους. τὸ μέντοι δειλιᾶν ταρβεῖν λέγεται καὶ ἡ δειλία τάρβος παρὰ τὸ ταράσσεσθαι τὴν βοὴν τοῖς δειλιῶσιν. (v. 412—8) Ὅτι μεγαλοπρεπὴς ἡ [ἐν τῇ κατὰ σύγκλητον θυσίᾳ ἐκβοηθεῖσα] τοῦ βασιλέως εὐχὴ καὶ τῇ τοῦ ὀνείρου ἀγγελίᾳ συντρέχουσα. φησὶ γάρ· «Ζεῦ κύδιστε, μέγιστε, κελαινεφές, αἰθέρι ναίων, μὴ πρὶν ἐπ' ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν, πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον αἰθαλόεν, πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα, Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι χαλκῷ ῥωγαλέον» καὶ τὰ ἑξῆς. τὸ δὲ σχῆμα τῆς εὐχῆς Ἀττικὸν κατὰ ἔλλειψιν· ἐν γὰρ τῷ «μὴ πρὶν τὸν ἥλιον δῦναι» λείπει τὸ δός ἢ ποίησον ἢ εὔχομαι ἤ τι τοιοῦτον. καί εἰσι τοιαῦτα καὶ ἕτερα σχήματα εὐκτικὰ παρά τε ἄλλοις καὶ παρὰ τῷ ποιητῇ. Σημείωσαι δὲ ὅτι ἐστὶ καὶ παρὰ Ἡροδότῳ σχῆμά τε ὅμοιον εὐχῆς καὶ ἱστορία τοιαύτη. Δαρεῖος εὔξατο ἄνω εἰς οὐρανὸν ἀφεὶς ὀϊστὸν καὶ τὸν ἀέρα βαλών· «ὦ Ζεῦ γενέσθαι μοι Ἀθηναίους τίσασθαι». σωφρονεστέρα δὲ πολλῷ ἡ τοῦ Ὁμηρικοῦ βασιλέως εὐχή. ὅτι δὲ λείπεται ῥήματος ἐνταῦθα ἡ βασιλικὴ εὐχή, οἷον τοῦ δός, ὡς ἐρρέθη, καὶ ἐν τῇ γʹ ῥαψῳδίᾳ δηλοῦται, ὅπου φησί· «δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω». ἐνταῦθα γὰρ ἐντελῶς ηὖκται. [(v. 413) Τὸ δέ «ἐπὶ κνέφας ἐλθεῖν», ἤγουν ἐπελθεῖν σκότος, πεφιλοτίμηται κἀνταῦθα ῥηθῆναι οἷα σύντροχον τῷ ἐπιδῦναι ἥλιον· ἐπεὶ καὶ στέρησις ἡλιακοῦ φωτὸς ἡ νύξ.] (v. 414) Τὸ δὲ πρηνές καὶ ἐπὶ ἐμψύχων λέγεται. φησὶ γοῦν κατωτέρω, ὅτι πολλοὶ πρηνέες ὀδὰξ λαζοίατο γαῖαν. γίνεται δὲ ἀπὸ τοῦ παρανεύειν ἢ κατὰ τοὺς παλαιοὺς ἀπὸ τοῦ προνενευκέναι. δύο δὲ τούτων ἀντικειμένων πρανοῦς καὶ ὑπτίου κυρίως πρανὲς λέγεται τὸ πεσὸν ἐπὶ πρόσωπον, ὕπτιον δὲ τὸ ἀνάπαλιν· λέγεται δὲ καὶ διὰ τοῦ η πρηνές, ἐξ οὗ καὶ πρηνίξαι τὸ ἐπὶ πρόσωπον ῥῖψαι εἴτε ἄνθρωπον εἴτε καὶ πόλιν. [Παρὰ πολλοῖς δὲ τῶν ὕστερον νικᾷ