Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.382
Not analysed yet
ὅτι ἄφυλλοι σχίζαι αἱ ξηραὶ πρὸς διαστολὴν τῶν φυλλοφόρων· καὶ ὅτι τὸ δίπτυχον καὶ ἐπὶ διδύμου γονῆς λέγεται, καθὰ καὶ τὸ τρίπτυχον ἐπὶ τριδύμων, ὡς δῆλον ἐκ τοῦ «διπτύχους γονάς» καὶ «τριπτύχους κόρας», ὧν ἡ παραγωγὴ ἐκ τῶν κατὰ τὴν μήτραν πτυχῶν. Ἰστέον δὲ καὶ ὅτι τὸ ἐν τῇ τραγῳδίᾳ ἄφυλλον στόμα ἢ τὸ ξηρὸν δηλοῖ καὶ αὐχμηρὸν καὶ αὖον ἀκολούθως Ὁμήρῳ ἢ τὸ ἱκετεῦον δίχα συνήθων κλάδων, οὓς δηλοῖ καὶ Σοφοκλῆς.] (v. 435 s.) Ὅτι στρατηγικὴ παλαιὰ παραγγελία τὸ χρόνου φείδεσθαι, ὃν οὔτε ἀνακαλεῖσθαι παρελθόντα ἔστιν, οὔτε μὴ παρόντα ῥᾷον λαβεῖν· ὅθεν καὶ Ξενοφῶν πολυτελέστατον ἀνάλωμά φησι τὸν καιρόν, ὡς τοῦ δαπανήσαντος ἐν κενοῖς τὸν καιρὸν καὶ ἀναβαλομένου τὸ μέγιστον τῶν παρ' ἑαυτῷ καλῶν ἀναλώσαντος. διὸ καὶ Ἀλέξανδρος ἐρωτηθείς, πῶς μεγάλα ἤνυσεν, ἔφη· «μηδὲν ἀναβαλόμενος». ταῦτα δὴ Ὅμηρος ἐνταῦθα παραλαλῶν ποιεῖ τὸν Νέστορα στρατηγικῶς λέγοντα τῷ βασιλεῖ· «μηκέτι νῦν δηθὰ λεγώμεθα», ἤγουν καθήμεθα καὶ οἱονεὶ κείμεθα, ἐκ τοῦ λέγω· ἐξ οὗ καὶ λέκτρον ἡ κοίτη. «μήδ' ἔτι δηρὸν ἀμβαλλώμεθα ἔργον, ὃ δὴ θεὸς ἐγγυαλίξει», τουτέστιν εἰς χεῖρας δώσει. γυῖα γὰρ πολλαχοῦ αἱ χεῖρες· ὅθεν γυΐζω τὸ χειρίζω καὶ πλεονασμῷ τῆς αλ συλλαβῆς γυαλίζω καὶ ἐγγυαλίζω τὸ ἐγχειρίζω. Τὸ δὲ δηρόν ἐπιρρηματικόν ἐστι κἀνταῦθα δι' ἔλλειψιν τοῦ χρόνον. τὸ δὲ ἐντελὲς παρ' Εὐριπίδῃ ἐν τῷ «δαρὸν ἐκ Τροίας χρόνον πλαγχθείς» καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «πολὺν πολύν με δαρόν τε δὴ κατείχετε χρόνον». Τὸ δέ «ἀναβαλλώμεθα ἔργον», ἀντὶ τοῦ εἰς ἄλλον καιρὸν παρατείνωμεν, τῆς ἀνά προθέσεως δευτέρωσίν τινα καὶ ἐνταῦθα δηλούσης, ὡς καὶ ἐν τῷ ἀναπαλαίειν καὶ ἀναμάχεσθαι καὶ ἀναψηφίζεσθαι, τὸ μεταψηφίζεσθαι, ἵνα εἴη ἀναβάλλεσθαι τὸ ὑπερτίθεσθαι τὸ πρᾶγμα εἰς δευτέραν βολὴν ἤτοι ἐπιτυχίαν. ἐκ δὲ τοῦ «ἀναβαλλώμεθα ἔργον» σύγκειται ὁ παρ' Ἡσιόδῳ ἀμβολιεργός, ὃς ἄταις παλαίει. [Σημείωσαι δὲ ὅτι τὸ ἔργον, ὃ δὴ θεὸς ἐγγυαλίξει, πάνυ ἀσφαλέστερόν ἐστι τοῦ «ἔργον δ' οὐδὲν ὄνειδος», ὃ δή φησιν Ἡσίοδος. ἐκεῖνο μὲν γὰρ ἀσαφῶς γραφὲν ἔβλαψε τὸν σοφὸν Σωκράτην, ὃς εἰωθὼς λέγειν συχνὰ τὸ «ἔργον δ' οὐδὲν ὄνειδος», ἤγουν οὐδέν τί ἐστιν ὄνειδος τὸ ἔργοις ἀγαθοῖς ἐμπαίεσθαι, συκοφαντίᾳ περιέπεσεν, οἷα δογματίζων, ὡς ἔργον οὐδέν, ἤγουν