Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.381
Not analysed yet
ἀπονητὶ ἀνύσας τὴν εὐχήν. ἔστι δὲ δέξασθαι θύματα τὸ ἀποδέξασθαι ἐπὶ ἀποπληρώσει τοῦ ζητουμένου, ὅπερ καὶ καλλιερεῖν λέγεται, ἀπὸ δὲ τοῦ κραιαίνειν ἀκράαντον ἔργον πρὸ μικροῦ ἔφη τὸ ἀτελές. Πόνος δὲ ἀμέγαρτος ἢ ὁ ἄφθονος ἐκ τοῦ μεγαίρω, τὸ φθονῶ, ἢ ὁ πάνυ εἰς μέγα αἰρόμενος ἢ ὁ ἀφθόνητος διὰ τὴν κάκωσιν· οὐδεὶς γὰρ φθονεῖ ἐπὶ κακοῖς. (v. 421—6) Ὅτι ὡς ἐν τῇ ἄλφα ῥαψῳδίᾳ, οὕτω καὶ ἐνταῦθα οὐλοχύτας πρὸ θυσίας μεταχειρίζονται. εἰπὼν γάρ· «βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο» ἐπάγει· «αὐτὰρ ἐπεί ῥ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὖ ἔρυσαν μὲν πρῶτα» καὶ τὰ ἑξῆς, [ὡς ἐκεῖ, ἐν οἷς καὶ τὸ «δίπτυχα ποιήσαντες».] Τὸ δέ «ἔκαιεν ἐπὶ σχίζαις ὁ γέρων» διὰ τὸ μὴ προσαρμόζειν ἐνταῦθα ἑτέρως φράζει· «καὶ τὰ μὲν σχίζῃσιν ἀφύλλοισι κατέκαιον». σιγᾷ δὲ καὶ τὸ αἴθοπα οἶνον ἐπιλείβειν καὶ τὴν τῶν πεμπωβόλων χρῆσιν, προστίθησι δὲ ὅτι σπλάγχνα δ' ἂρ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο. τὰ δὲ ἄλλα ὡσαύτως ἔχουσι τοῖς ἐκεῖ. τὸ δὲ τοὺς κρατῆρας ἐπιστέψασθαι ποτοῦ καὶ τὰ ἑξῆς, ἐπεὶ οὐ μάχης ἀλλ' ἀναπαύσεώς εἰσι καὶ ῥᾳστώνης, ἐνταῦθα καὶ αὐτὰ σεσίγηνται. (v. 422) Ἰστέον δὲ ὅτι τὸ αὖ ἐρύειν διαλελυμένως ἢ αὐερύειν συνθέτως διαφέρει τοῦ ἀναρύειν. αὐερύειν μὲν γὰρ τί σημαίνει, προδεδήλωται· τὸ δὲ ἀναρύειν ἁπλῶς ἀντὶ τοῦ θύειν εἴληπται κατὰ Παυσανίαν, ὅθεν φησὶ καὶ ἡ θυσία ἀνάρυσις. (v. 426) Τὸ δὲ τὰ σπλάγχνα ὑπερέχειν Ἡφαίστου ταὐτόν ἐστι τῷ ὑπεράνω ἔχειν τοῦ πυρός· πῦρ γὰρ ὁ Ἥφαιστος. καὶ ἔστιν ὁ τρόπος μετωνυμία, τὸ εἰπεῖν δηλονότι ἀντὶ πυρὸς τὸν αὐτῷ ἐπιστατοῦντα Ἥφαιστον ὡς καί, ὅτε ὁ Ἄρης αὐτὸς ἐκεῖνος λέγεταί τινα ἀναιρεῖν ἢ ὁ Ποσειδῶν βυθίζειν τὴν νῆα· μετωνυμίαι γὰρ καὶ ταῦτά εἰσιν. [Ἰστέον δὲ ὅτι τε τὸ «οὐλοχύτας ἀνέλοντο» προγίνεται τοῦ οὐλοχύτας προβάλοντο· ἀνελόμενοι γὰρ κάτωθεν εἶτα ῥιπτοῦσι κατὰ βωμοῦ αὐτοὺς προθέμενοι. καὶ ὅτι κάλλους πάρισα τὸ περιστήσαντο, προβάλοντο, ἀνέλοντο, εὔξαντο· καὶ