Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.385
Not analysed yet
καιρόν. ἀπὸ δὲ τοῦ τοιούτου ζῴου ἐλέχθησάν ποτε βόες καὶ τὰ νομίσματα, διότι καὶ βοῦν ἐξετύπουν ἐν αὐτοῖς καὶ μάλιστα οἱ Ἀθηναῖοι τιμῶντες τὸ ζῷον. ἐντεῦθεν καὶ παροιμία τὸ «βοῦν ἐπὶ γλώττης φέρει», ἤγουν δῶρα λαβὼν σιωπᾷ. καὶ τὸ βου δὲ ἐπιτατικὸν μόριον ἐκ τοῦ τοιούτου ζῴου εἴληπται. (v. 450—2) Ἰστέον δὲ ὅτι ἔθος ἔχων ὁ ποιητὴς μύθους παραπλέκειν συχνὰ τῇ ποιήσει—ψυχὴ γάρ τις οἷον ὁ μῦθος τῷ τῆς ποιήσεως σώματι δι' ὅλου παρενεσπαρμένος αὐτοῦ—παράγει καὶ νῦν τὴν μυθικὴν Ἀθηνᾶν σὺν τῇ αἰγίδι παιφάσσουσαν καὶ ὀτρύνουσαν τὸν λαὸν εἰς μάχην καὶ σθένος ἐνιεῖσαν ἑκάστῳ κραδίῃ ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι, ὅπερ ταὐτόν ἐστι τῷ «οὐ παυσωλὴ ἔσσεται πολέμου οὐδ' ἠβαιόν». ἔστι δὲ καὶ ἄρτι ἀλληγορικῶς Ἀθηνᾶ ἡ τῶν βασιλέων σύνεσις λόγῳ ἐρεθίζουσα ὡς ἐκ θείας ἐπιπνοίας τινὸς τὸν λαὸν καὶ ῥωνύουσα. (v. 453 s.) Διὸ καὶ ἐπάγει· «τοῖσι δ' ἄφαρ πόλεμος γλυκίων γένετο ἠὲ νέεσθαι φίλην ἐς πατρίδα γαῖαν», [ὃ παράφρασίς ἐστι τοῦ ἠὲ νόστος, ἵνα λέγῃ· «τοῖς δ' εὐθὺς γλυκίων γέγονεν ὁ πόλεμος ἤπερ ὁ νόστος».] Καὶ ὅρα εἰς οἷον ἀγαθὸν ἡ βασιλικὴ ἀπόπειρα ἐτελεύτησεν. οἱ γὰρ ποθοῦντες, ὡς εἰκός, νοστῆσαι καὶ ἀχνύμενοι πρὸ βραχέος ἐπὶ τῇ στερήσει τῶν πατρίδων, οὗτοι καταμαλαχθέντες καὶ ποικίλως ἀναπεισθέντες λόγοις γλυκίω τοῦ νόστου τὸν πόλεμον ἄφαρ ἤγουν εὐθέως κρίνουσιν. εἰ δὲ μηδὲν οὐδὲ τῶν πάνυ ἡδέων γλύκιον ἧς γαίης ἠδὲ πατρίδος, ἀλλ' οἱ Ἀχαιοὶ δημαγωγηθέντες τῇ βασιλικῇ συνέσει γλύκιόν τι τοῦ οἴκαδε νόστου ἡγοῦνται τὸν στυγερὸν καὶ πικρὸν πόλεμον. Καὶ σημείωσαι οἷον ὁ ἐν δέοντι παραινετικὸς λόγος, ὃς ἐν τοῖς ἑξῆς που ἀμβροσία λέγεται διὰ τῆς τῶν γερόντων γλυκείας ὁμιλίας ἐνσταλαζομένη τῇ τοῦ Ἀχιλλέως καρδίᾳ. (v. 454) Ὅρα δὲ καὶ ὅτι νῦν μὲν σύγκειται τὸ «πατρίδα γαῖαν» καὶ ἔχει ἐντελῶς· ἐν δὲ τῷ «οὐδὲν γλύκιον ἧς γαίης οὐδὲ πατρίδος» κεχώρισται φανερῶς ἡ αἶα τῆς πατρίδος. εἰ δέ τις ἐν τούτοις τὸ μὲν ἧς γαίης τοῦ ἔθνους εἶναι εἴπῃ δηλωτικόν, τὸ δέ «οὐδὲ πατρίδος» αὐτῆς τῆς ἐνεγκαμένης, πάθος ἐλλείψεως ἔχει ὁ λόγος, ἵνα λέγῃ ὅτι οὐδὲ πατρίδος γῆς ἢ κώμης ἢ πόλεως ἢ κωμοπόλεως· [Οὐχ' ὑποκορίζεται δὲ οὐδὲ ἡ πατρίς, ἀλλὰ καὶ μᾶλλον ἐξώγκωται σεμνότερον. τῇ μὲν ἐκ πατρὸς παραγώγῳ παρωνυμίᾳ τὸν πατέρα δεικνῦσα, τῷ δὲ θηλυπρεπεῖ σχηματισμῷ μητέρα παραφαίνουσα, ἵνα τῇ τῆς πατρίδος κλήσει ἐμφαίνοιντο οἱ γονεῖς· ὃ προελάλησέ τις παλαιός.] καὶ ταῦτα μὲν ὧδε. (v. 450) Παιφάσσειν δὲ τὸ ἐνθουσιωδῶς καὶ ἐπιφανῶς ὁρμᾶν. ὅθεν καὶ ἐκπαιφάσσειν που ἐν τοῖς ἑξῆς τὸ ἐκφανῆ ὁρμὴν ἔχειν. γίνεται δὲ ἐκ τοῦ φῶ, τὸ φαίνω, φάσσω καὶ ἐν ἀναδιπλασιασμῷ φαφάσσω καὶ τροπῇ τοῦ δασέος καὶ ἐπενθέσει τοῦ ι παιφάσσω. οὕτω σκευωρεῖται καὶ τὸ ποιφύσσειν