Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.386
Not analysed yet
ἀντὶ τοῦ φυσσᾶν καὶ τὸ παίπαλον καὶ τὸ μαιμᾶν, ὅ ἐστι προθυμεῖσθαι· καὶ τὸ δαίδαλος δέ, εἰ μὴ ἴσως πλεονασμὸν ἔχει τοῦ δευτέρου δ, ὁμοίως παράγεται. οἱ δὲ παλαιοὶ παιφάσσειν λέγουσι καὶ τὸ ἄλλῃ καὶ ἄλλῃ περιάγειν τὴν ὄψιν, ὃ εἰς ταὐτὸν ἄγεται τῷ πάντῃ τὰ φάη ἀΐσσειν, ὅθεν καὶ συντέθειται. (v. 455 ss.) Ὅτι, ὡς καὶ προγέγραπται, χρώμενος παραβολαῖς ὁ ποιητὴς πολλαχοῦ οὐ μόνον ἐπὶ ἐμφανείᾳ πολυπειρίας καὶ λεκτικῆς δυνάμεως, ἀλλὰ καὶ ἐπὶ σαφηνείᾳ καὶ ἐναργείᾳ πραγμάτων—τὰ γὰρ ἅπαξ ποτὲ γενόμενα δῆλα ποιεῖ διὰ παραβολικῶν εἰκόνων γινομένων ἀεί—ὅπου μὲν οὐ πολλὰ τὰ πράγματα, οὐ πολλὰς παρεισάγει παραβολάς, ἔνθα δὲ ποικιλία πραγμάτων, ἐκεῖ πλεονάζει καὶ παραβολαῖς. ὡς καὶ ἐνταῦθα πολλῶν ὄντων τῶν Ἀχαιῶν καὶ ὅπλα δὲ περικειμένων λαμπρά, πρὸς δέ γε καὶ ταχὺ ὁρμωμένων ὧδε καὶ ἐκεῖ, ναὶ μὴν ἀλλὰ καὶ διακεκριμένων εἰς φῦλα, ἔτι δὲ καὶ θυμικῶς διακειμένων, πρὸς ἕκαστον τούτων παραβολῇ ἐχρήσατο· πρὸς μὲν τὴν λαμπρότητα τῶν ὅπλων τῇ ἀπὸ τοῦ πυρός, ἥτις ἐν κορυφαῖς ὄρους ὕλην πολλὴν ἐπιφλέγει· πρὸς δὲ τὸ ἐνταῦθα καὶ ἐκεῖ ὁρμᾶσθαι τῇ ἀπὸ χηνῶν ἢ γεράνων ἢ κύκνων, οἳ ἔνθα καὶ ἔνθα πέτονται ἀγαλλόμενοι πτερύγεσσι· πρὸς δὲ τὸ πλῆθος τῇ ἐκ τῶν φύλλων καὶ τῶν ἀνθέων, ὅσα ἔαρος γίνονται· πρὸς δὲ τὸ θυμικὸν καὶ θρασὺ τῇ ἀπὸ τῶν μυιῶν, αἳ κατὰ τὰς ποιμενικὰς ἐπαύλεις ἀθροιζόμεναι διὰ τὸ γλυκὺ γάλα καταναιδεύονται τὰ συνήθη· πρὸς δὲ τὸ εὐπειθῶς διακεκρίσθαι αὐτοὺς εἰς φῦλα παραβολῇ χρᾶται τῇ ἀπὸ τῶν αἰπολίων, ἃ κἂν μιγῶσιν ἐν τῷ νομῷ, ἀλλὰ οἱ αἰπόλοι ῥᾷον διακρίνουσιν. οὕτω δυνατὸς ὁ ποιητὴς εἰς εὐπορίαν εἰκόνων πραγματικῶν. (v. 455 s.) Ἰστέον δὲ ὡς οὐχ' ἁπλῶς πυρὶ ἐξεικάζει ὁ ποιητὴς τὴν αἴγλην τοῦ χαλκοῦ τῶν Ἑλληνικῶν ὅπλων, ἀλλὰ πυρὶ ἐπιφλέγοντι ἄσπετον ὕλην ἐν κορυφαῖς ὄρεος, οὗ ἕκαθεν φαίνεται αὐγή· τοῦ γὰρ τοιούτου πυρὸς ἡ λαμπηδὼν εἰς πολὺ διαδίδοται, ἐν δέ γε κοίλαις φάραγξιν ἀσπέτου μὲν ὕλης ἴσως ἐπιδράξεται, ἤγουν πολλῆς καὶ ἀρρήτου διὰ δασύτητα, ἕκαθεν δὲ ἡ αὐγὴ οὐ φανήσεται. (v. 457 s.) Ἐν δὲ τῷ [»ὣς τῶν», ἤγουν οὕτω τούτων,] «ἐρχομένων ἀπὸ χαλκοῦ θεσπεσίου αἴγλη παμφανόωσα δι' αἰθέρος οὐρανὸν ἷκε» καὶ τὸ εὐμέγεθες ἔοικε τῶν Ἑλλήνων ὑποδηλοῦν· διὸ καὶ προσαρμόσει ὅλη ὅλῳ τῷ πράγματι ἡ παραβολή· ὡς γὰρ ἐν κορυφῇ ὄρεος πῦρ, οὗ ἕκαθεν ἡ αὐγή, οὕτως ἐν αὐτοῖς χαλκός, οὗ ἡ αἴγλη ἐπάμφαινε. λαμπρὸν δὲ καὶ τὸ ἐκ γῆς αἴγλην εἰς οὐρανὸν ἀφικνεῖσθαι· ἄλλως γὰρ ἐκεῖθεν ἐπὶ γῆν φῶς καταπέμπεται, ὡς δηλοῖ καὶ τὸ «οὐρανόθεν ὑπερράγη ἄσπετος αἰθήρ». προϊὼν δὲ τὸ αὐτὸ διὰ συντό-