Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.389
Not analysed yet
ἄλλοις ἐν χρήσει καὶ ὁ Δειπνοσοφιστής.] Τὸ δέ «ἀγαλλόμεναι πτερύγεσσιν», ὡς καὶ προεγράφη, ἀκαταλλήλως εἴρηται. ἐχρῆν γὰρ ὀρθῶς εἰπεῖν ἀγαλλόμενα, ἵνα λέγῃ ἔθνεα πολλὰ ἀγαλλόμενα. εἴρηται δὲ ὅμως Ἀττικῶς καὶ οὐκ ἀπεδόθη πρὸς τὴν φωνὴν τοῦ ἔθνεα, ἀλλὰ πρὸς τὸ σημαινόμενον, ὅπερ ἐστὶν αἱ ἀγέλαι ἢ μάλιστα αἱ ὄρνιθες· ταὐτὸν γὰρ ἐνταῦθα ἔθνεα ὀρνίθων καὶ ὄρνιθας εἰπεῖν. καινοπρεπὲς οὖν σχῆμα τὸ εἰπεῖν «ἔθνεα πολλὰ ὀρνίθων ἀγαλλόμεναι πτέρυξιν», ἀντὶ τοῦ ἀγέλαι ἢ ὄρνιθες χαίρουσαι τῇ πτήσει καὶ ἐντρυφῶσαι τοῖς πτεροῖς. τοιοῦτόν που καὶ τὸ «ἐκίνηθεν φάλαγγες ἐλπόμενοι παρὰ ναῦφιν Πηλείωνα» καὶ ἑξῆς. καὶ ἐκεῖ γὰρ τὸ ἐλπόμενοι ἀκατάλληλον μέν ἐστι πρὸς τὴν φωνὴν τοῦ φάλαγγες, καταλλήλως δὲ ἔχει πρὸς τὸ σημαινόμενον. ἐπεὶ γὰρ φάλαγγες οἱ λαοί, λέγοι ἂν ὅτι ἐκινήθησαν οἱ Ἀχαιοὶ ἐλπόμενοι τόδε τι. φασὶ δέ τινες τῶν παλαιῶν Ὑπομνηματιστῶν, ὅτι Ἀρίσταρχος ἀγαλλόμενα γράφει ἀκολούθως τῷ ἔθνεα. (v. 459) Τὸ δὲ πετεηνῶν ἢ ἁπλῶς εἴρηται ὡς ὀρνίθων ἴδιον ἢ πρὸς διαστολὴν ἴσως τῶν κατοικιδίων, οἷς οὐχ' οὕτως ἄνετον τὸ πτερὸν εἰς τὸ πέτεσθαι. δῆλον δ' ὅτι ἐκ τοῦ πετεηνοῦ συγκέκοπται τὸ πτηνόν. Τὸ δὲ ἔθνεα καταχρηστικῶς καὶ νῦν λέγεται, ὡς προγέγραπται, ὥσπερ καὶ ἐπὶ μελισσῶν καὶ μυιῶν καὶ ἐπὶ ἰχθύων δὲ παρὰ τῷ Ὀππιανῷ. ἔθνος μὲν γὰρ ἀπὸ τοῦ ἔθους· ἔθος δὲ ἐπὶ ἀλόγων οὐκ εἴωθε λέγεσθαι. (v. 463) Τὸ δὲ σμαραγεῖ ὠνοματοπεποίηται πρὸς μίμησιν ἤχου, ὃν ἀποτελεῖ ὁ ὑγρὸς λειμὼν καθιπταμένων αὐτόθι ὀρνίθων. ἕτεροι δὲ τὴν λέξιν ἀντὶ τοῦ λάμπειν ἐνόησαν, ὅθεν, φασί, καὶ σμάραγδος λίθος. (v. 465) Πεδίον δὲ Σκαμάνδριον τὸ μεταξὺ τῶν δύο ποταμῶν, τοῦ τε Σιμόεντος καὶ αὐτοῦ τοῦ Σκαμάνδρου, ἔνθα ἐγίνετο ἡ μάχη, ὅπερ καὶ λειμῶνα λέγει Σκαμάνδριον ἀνθεμόεντα, ὡς ῥηθήσεται. ὁ δὲ Γεωγράφος λέγει καί, ὅτι ἰδίως Τρωϊκὸν πεδίον τὸ Σιμοείσιον καὶ τὸ Σκαμάνδριον, ἔνθα οἱ πλεῖστοι ἀγῶνες· πλατύτερον γάρ. ἐνταῦθα δὲ ὁρᾶται καὶ τὰ ἐν τοῖς ἑξῆς μνημονευθησόμενα, ὁ ἐρινεός, ὁ τάφος τοῦ Αἰσυήτου, ἡ βάτεια καὶ τὸ σῆμα τοῦ Ἴλου. Σημείωσαι δὲ ὅτι ὁ Σκάμανδρος δυσχερῶς ἐν μέτρῳ ἔχων παρεισρέειν ἡρωϊκῷ ἐκαινοτομήθη ἐξ ἀνάγκης παρὰ τοῦ ποιητοῦ. ἐπεὶ γὰρ ἡ ἄρχουσα βραχεῖα οὖσα ἐκ δύο συμφώνων ἄρχεται καὶ ἐκτείνει τὸ πρὸ αὐτῆς πῖπτον βραχὺ καὶ διὰ τοῦτο οὐ χρησιμεύει ὅλως εἰς μέτρον δακτυλικόν, λαμβάνει τὴν ἄρχουσαν ὁ ποιητὴς ἀναγκαίως ἀεὶ ἀδυνατοῦσαν ἐκτείνειν τὰ πρὸ αὐτῆς,