Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.390
Not analysed yet
καθαπερεὶ καὶ ἦν μονογράμματος, οἷον λόγου χάριν Κάμανδρος, καὶ οὕτω ποιεῖ αὐτὴν ἐπιτηδείαν εἰς δακτύλου ἀπαρτισμόν. διὸ ἐν τῷ «ἐς πεδίον προχέοντο Σκαμάνδριον» τὸ προχέοντο βραχεῖαν ἔχει τὴν λήγουσαν, ἵνα ποιήσῃ δάκτυλον. ὡσαύτως καὶ ἐν τῷ «λειμῶνι Σκαμανδρίῳ» τὸ λειμῶνι ἐν συστολῇ ἔχει τὴν λήγουσαν καὶ οὕτως ὁ Σκάμανδρος ἔχει χώραν κεῖσθαι παρὰ τῷ ποιητῇ, λεγόμενός ποτε καὶ Ξάνθος, ὡς φανήσεται. ὅμοιον δέ τι καὶ ἡ Ζέλεια ἔπαθεν, ὡς κατὰ τόπον ῥηθήσεται. Τὸ δὲ προχέοντο δηλοῖ μὲν τὸ τῶν Ἀχαιῶν οἷον ὑγρὸν πρὸς εὐκινησίαν· εἴληπται δὲ δεξιῶς ἀπὸ ὑδάτων συλλειβομένων ποθὲν εἰς πεδιάδα. [Τοιοῦτον δέ τι καὶ ἐν Ὀδυσσείᾳ τὸ «ἱππόθεν ἐκχύμενοι». ἐκεῖνο δὲ καί τι πλεῖον ἔχει γλαφυρότητος διὰ τὸ ἐκ τῆς κοιλίας τοῦ δουρείου ἵππου λέγειν κεχύσθαι τοὺς ἥρωας.] Ἰστέον δὲ ὅτι πεδίον μὲν κατὰ τοὺς παλαιοὺς ὁ μακρὸς καὶ ἀναπεπταμένος τόπος, ὃς καὶ πεδιὰς λέγεται. πέδιον δὲ προπαροξυτόνως καθ' ὑποκορισμὸν ἡ μικρὰ πέδη πρὸς ὁμοιότητα τοῦ λύριον, θύριον. (v. 466) Ὅτι νῦν μὲν ἁπλῶς λέγει σμερδαλέον κοναβίζειν τὴν χθόνα ὑπὸ ποδῶν αὐτῶν τε καὶ ἵππων, προϊὼν δὲ καὶ εἰς αὐτὸ τοῦτο παραβολὴν ποιήσει στεναχίζειν εἰπὼν αὐτήν, ὡς ὅτε ὑπὸ Τυφωέος ἱμάσσεται. τί δὲ δηλοῖ καὶ ὁ κόναβος καὶ τὸ σμερδαλέον, προείρηται. (v. 467 s.) Ὅτι τὸ «ἵσταντο ἐν λειμῶνι Σκαμανδρίῳ ἀνθεμόεντι μυρίοι, ὅσσα τε φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ» καθ' ὑπερβολὴν νοητέον. πῶς γὰρ ἂν ἄλλως τοὺς μετρητοὺς Ἕλληνας φύλλοις καὶ ἄνθεσιν ἐξισωτέον τοῖς ἀπείροις καὶ πανταχοῦ γῆς γινομένοις; οὕτω δὲ καὶ ἐν τοῖς ἑξῆς φύλλοις αὐτοὺς ἢ ψαμάθοις ἐοικέναι τίς φησι. τάχα δὲ ὥσπερ μυίαις αὐτοὺς μετ' ὀλίγα εἰκάζει, οὐ ταῖς ἁπανταχοῦ τῆς γῆς, [καὶ ἐν ἀρχῇ δὲ τοῦ βιβλίου τοὺς Ἀχαιούς, ὅσοι μηνίσαντος Ἀχιλλέως ἔθανον, ἕλωρ προκεῖσθαι εἶπε κύνεσσιν οἰωνοῖσί τε πᾶσιν, οὐ τοῖς κατὰ κόσμον ὅλον δηλαδή, ἀλλὰ τοῖς ἐκεῖ περὶ Τροίαν, εἰ καὶ ὁ Ζηνόδοτος εἰς τοῦτο ἀπορήσας ἐξῶσε μὲν τὸ πᾶσιν, ἀντενέγραψε δὲ τὸ δαῖτα, ἵνα ᾖ «οἰωνοῖσί τε δαῖτα». ὥσπερ τοίνυν ἐν τοῖς εἰρημένοις μερικῶς ἐπιβλητέον τῷ περὶ μυιῶν καὶ κυνῶν λόγῳ], οὕτω φύλλα καὶ ἄνθη ἐνταῦθα νοητέον τὰ περὶ τὸ Σκαμάνδριον πεδίον, ὡς ἂν μὴ πάνυ ὁ λόγος ὑπερβάλλῃ, ἀλλ' ἵνα λέγῃ ὅτι ἵσταντο Ἕλληνες περὶ τὸν ἀνθεμόεντα τοῦτον λειμῶνα, ὅσσα φύλλα καὶ ἄνθη ἔαρος αὐτόθι γίνονται. καὶ ἔοικε τὸν παραβολικὸν λόγον τοῦτον ἀπὸ τοῦ ἀνθεμόεντος πεδίου πορίσασθαι, οἱονεὶ λέγων, ὅτι ὁ ἀνθεμόεις οὗτος λειμὼν εἶχεν ὥσπερ φύλλα καὶ ἄνθεα εἰς πλῆθος τοὺς Ἕλληνας. Ὅρα δὲ ὅπως τὸ μυρίοι ἐπὶ πάνυ πολλοῦ πλήθους εἶπεν, ὥστε τοιοῦτόν