Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.394
Not analysed yet
ταῦτα γὰρ τῷ Ποσειδῶνι ἐμφαίνεται μυθικῶς τε καὶ ἀλληγορικῶς εἰς τὸ τοῦ ὕδατος ἀναγομένῳ στοιχεῖον. τρία οὖν ὁ ποιητὴς φαίνεται τῷ βασιλεῖ προσμαρτυρῶν τὸ ἀξιωματικόν, τὸ πολεμικὸν καὶ τὸ γεραρόν, [ὃ καὶ αὐτὸ πρέπον ἐστὶ μάλιστα βασιλεῖ, ὡς δηλοῦται καὶ ἐν τῷ «οὐδ' οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε».] Τὴν δὲ βασιλικὴν θειότητα δηλοῖ καὶ τὸ «θεός, θεός», ὃ κατὰ τὸν Παυσανίαν ταῖς ἀρχαῖς οἱ παλαιοὶ ἐπέλεγον ἐπιφημιζόμενοι. Αἴλιος δὲ Διονύσιός φησιν, ὅτι καὶ ἐν ἱεροποιΐαις καὶ ἄλλαις πράξεσι τὸ «θεός, θεός» ἐπελέγετο. ἐν δὲ ἑτέρῳ ῥητορικῷ Λεξικῷ φέρεται καί, ὅτι παντὸς ἔργου ἀρχόμενοι ἔλεγον θεός, θεός. Φασὶ δὲ οἱ παλαιοὶ καί, ὅτι γραφεῖς μὲν τὸ ἀληθὲς μεταδιώκουσιν· ἀκριβοῦν γὰρ οἱ ζωγράφοι τὰ μιμήματα θέλουσι· τραγικοὶ δὲ τὸ σεμνότερον· ὑψοῦσι γὰρ τὰς τῶν πραγμάτων περιπετείας· κωμικοὶ δὲ τὸ ἔλαττον· οὐδὲν γὰρ ἡρωϊκὸν παρ' αὐτοῖς, ἀλλὰ χάριν γέλωτος εὐτελείας ἡ κωμῳδία στοχάζεται. ταῦτα δὴ πάντα παρὰ τῷ ποιητῇ εὕρηται. κωμῳδῶν μὲν γὰρ καταρριπτεῖ τὸν Θερσίτην, νῦν δὲ τῷ βασιλεῖ μεγαλοπρεπεστέραν ὄψιν τῆς ἀληθινῆς ἀναπλάττει, ἐν οἷς δὲ διασκευάζει θυτικῶς μιμεῖται τὴν γραφικήν. (v. 479) Ζώνην δὲ ἐνταῦθα τὴν πολεμικὴν εἶπεν ὅλην ὅπλισιν ἀπὸ μέρους τῆς ζώνης, περὶ ἧς ἐν τοῖς ἑξῆς ῥηθήσεται. τοιούτῳ δέ τινι λόγῳ ἔοικε φθάσας καὶ γυναῖκα εὔζωνον εἰπεῖν τὴν εὐκόσμητον, ἀπὸ μέρους τῆς ζώνης τὸν ὅλον ἐμφήνας καλλωπισμόν. [Ἐοίκασι δὲ φιλοτίμως αἱ πάλαι γυναῖκες ἔχειν τοῦ ζώνυσθαι. Ἀντύλαν γοῦν πόλιν φασίν, ὡς ἱστορεῖ Ἀθήναιος, οὐ μακρὰν οὖσαν Ἀλεξανδρείας φορολογεῖσθαι τοῖς τότε βασιλεῦσιν Αἰγυπτίοις τε καὶ Πέρσαις εἰς ζώνας ταῖς γυναιξί.] (v. 480) Τὸ δέ «μέγ' ἔξοχος πάντων» γενικὴν ἔσχε σύνταξιν διὰ τὴν ἐν λέξει ὑπεροχήν· ὑπέρθεσιν γὰρ δηλοῖ τὸ μέγα ἔξοχος. ποιεῖ δὲ Ὅμηρος τοῦτο καὶ ἐν τῷ «δῖος Ἀχαιῶν» καὶ «ἀριδείκετος ἀνδρῶν» καὶ «δῖα γυναικῶν». τοιοῦτον δὲ καὶ τὸ κορυφαῖος χοροῦ· ὑπέρθεσις γὰρ καὶ τούτοις ἐμφαίνεται διά τε τὸν Δία ὑπερφέροντα τῶν λοιπῶν θεῶν, διά τε τὴν κορυφὴν ὑπερκειμένην τοῦ σώματος, διά τε τὴν τοῦ ἀρί ἐπιρρηματικοῦ μορίου ἐπίτασιν. αἱ δὲ ὑπερθέσεις φιλοῦσι τὴν γενικὴν σύνταξιν. (v. 481) Τὸ δὲ ταῦρος πρὸς διαφορὰν εἴρηται, ἵνα κήλων βοῦς νοηθῇ, ὃς μεταπρέπει ταῖς βουσίν, ἤγουν ἐπῆρται καὶ ἐκπρεπής ἐστι. Τὸ δὲ μεταπρέπειν καὶ ἐκπρέπειν λέγεται, ὡς δηλοῖ τὸ ἐκπρεπέα ἐν πολλοῖς. δῆλον δὲ ὅτι ἐν τῷ «βοῦς ταῦρος» γενικὸν μὲν ὄνομα ὁ βοῦς, ὁ ταῦρος δὲ εἰδικόν. Ὅτι δὲ ταῦρος λέγεται ὡς οἷόν τις γαῦρος [ἢ ὡς τείνων τὴν οὐράν, λόγῳ ἰδιότητος, ἐξ οὗ τείνειν ταῦρος