Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.393
Not analysed yet
τὸ ἐπέων νομός. (v. 477) Τὸ δέ «διεκόσμεον ὑσμίνηνδ' ἰέναι» ὑπογραφή ἐστι τοῦ λαῶν κοσμήτορος. κοσμήτωρ γὰρ τοιοῦτος ὁ διακοσμῶν εἰς μάχην.] (v. 482 s.) Ὅτι παραβολικῶς διδάξας τὰ κατὰ τὸν ὄχλον μεταβαίνει καὶ εἰς βασιλικὸν εἰκασμὸν καὶ λαλήσας τεράστιά τινα καὶ διὰ τῶν εἰκόνων διαγράψας τὸν βασιλέα ἐκπρεπέα καὶ ἔξοχον πάντων ἡρώων καὶ εἰδώς, ὅτι παρ' ἱστορίαν λαλῶν οὐκ ἂν πιστευθείη—οὐ γὰρ τοιοῦτος ὁ Ἀγαμέμνων, ἀλλὰ μάλιστα ὁ Αἴας καὶ ὁ Ἀχιλλεύς—ἐπάγει, ὅτι τὴν ἡμέραν ἐκείνην ἐφάνη τοιοῦτος· καὶ οὐδὲ λέγει, ὅτι τοιοῦτος ἦν, ἀλλὰ τοιοῦτον τὸν Ἀτρείδην ἔθηκε Ζεὺς ἤματι κείνῳ, οὐ φύσει τοιοῦτον ὄντα, θέσει δὲ γενόμενον· τοῦτο γὰρ δηλοῖ τὸ ἔθηκεν. ἔθος δὲ τῷ ποιητῇ τοὺς ἐνδόξους οὕτω φαντάζειν, ὥς που καὶ ἐν Ὀδυσσείᾳ τῷ Λαερτιάδῃ αὔξει τὰ μέλη καὶ ἀπόβλεπτον τοῖς θεωμένοις οὕτω ποιεῖ· ἀλλ' ἐκεῖνον μὲν ἡ Ἀθηνᾶ μεταβάλλει· διὰ γὰρ τὴν φρόνησιν περιεβλέπετο καὶ σεμνότερος ἑαυτοῦ ἐδόκει· τοῦτον δὲ ὁ Ζεύς· διὰ γὰρ τὸ βασιλικὸν κατάστημα ἔδοξεν ἄρτι πολύς· (v. 478—83) Τῶν δὲ βασιλικῶν εἰκόνων τὸ μέν ἐστι σεμνὸν καὶ νοητόν· φησὶ γάρ· «ὄμματα καὶ κεφαλὴν ἴκελος Διΐ, Ἄρεϊ δὲ ζώνην, στέρνον δὲ Ποσειδάωνι». τὸ δὲ αἰσθητὸν καὶ οὐ πάνυ μὲν σεμνόν, σαφὲς δέ· λέγει γάρ· «καθὰ βοῦς ἀγέλῃφι μέγα ἔξοχος ἔπλετο πάντων, ταῦρος, ὃ γάρ τε βόεσσι μεταπρέπει ἀγρομέναις, τοῖον ἄρ' Ἀτρείδην θῆκε Ζεὺς ἤματι κείνῳ ἐκπρεπέ' ἐν πολλοῖσι καὶ ἔξοχον ἡρώεσσι». καὶ δοκεῖ μὲν ἐξ ὑψηλοῦ ταπεινῶσαι τὸν βασιλέα ὁ ποιητής, νῦν μὲν θεοῖς εἰκάζων αὐτὸν καὶ ταῦτα τρισί, νῦν δὲ αὖθις ταύρῳ βοῒ σεμνῶς διὰ τῆς ἀγέλης βαδίζοντι. τὸ δ' ἐστὶν οὐ τοιοῦτον, ἀλλὰ δι' ἀμφοτέρων ὑψοῖ, πῇ μὲν εἰ βούλοιτό τις ἀλληγορεῖν θειότερον εἰκάζων αὐτόν, πῇ δὲ εἰ μὴ δύναταί τις εἰς ἀλληγορίας βάθος προκύπτειν, ἀπὸ αἰσθητῶν καὶ ἡμῖν γνωρίμων σεμνῶν χαρακτηρίζων αὐτόν· ὅτι γὰρ σεμνὸν ζῷον ὁ ταῦρος καὶ ἡγεμονικόν, οὐδεὶς ἀγνοεῖ. καὶ εἶχε μὲν εἰκάσαι αὐτὸν λέοντι, ὡς καὶ ἀλλαχοῦ· οὐκ ἦν δὲ νῦν χρήσιμον· οὐ γὰρ πρὸς ἀνδρίαν ἡ εἰκών, ἀλλὰ πρὸς ἡγεμονίας σχῆμα. ἡγεμονικώτερον δὲ ταῦρος λέοντος, ὡς καὶ ὁ χρυσοῦς Δίων μελετᾷ τὴν μὲν τοῦ λέοντος ἀρχὴν τυραννικὴν εἶναι κατασκευάζων, τὴν δὲ τοῦ ταύρου βασιλικήν. τὸν μέντοι Ὀδυσσέα ἐν τοῖς ἑξῆς ἀρνειῷ εἰκάζει, ὡς τὴν εἰκόνα τοῦ ταύρου οἷα ὑψηλοτέραν τῷ βασιλεῖ ἀναθείς. Σημειοῦνται δὲ οἱ παλαιοί, ὡς ἐκ τριῶν δαιμόνων τὸ διαπρεπὲς ἐκλεξάμενος ὁ ποιητὴς προσήρμοσε τῷ βασιλεῖ, Διὸς μὲν τὸ ἡγεμονικὸν καὶ ἐποπτικὸν καὶ ὑπερανεστηκός· τοιοῦτος γὰρ ὁ Ζεὺς οὐ μόνον ὁ ἀλληγορούμενος, ἀλλ', ὡς εἰκός, καὶ ὁ μυθικός· Ἄρεος δὲ τὸ τῆς παντευχίας κόσμιον· ὡς γὰρ ἂν ὁ Ἄρης ὁπλισθείη, ὁ αὐτοπόλεμος, οὕτω καὶ ὁ βασιλεὺς ὥπλισται· Ποσειδῶνος δὲ τὸ εὐρύστερνον καὶ εὐσθενές·