Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.396
Not analysed yet
ἱστορῆσαι πρὸς ὄνομα [δίκην ὑποβολέως,] ἐὰν αἱ Μοῦσαι συλλαμβανόμεναι προβάλλωσιν αὐτῷ ταῦτα, ἵνα ἐκεῖναι μὲν λαλῶσιν αὐτῷ, αὐτὸς δὲ τοῖς λοιποῖς· τὴν δὲ πληθὺν ἐᾶσαί φησι, διότι οὐκ ἂν ὑποφητεύειν καὶ εἰς τοῦτο ταῖς Μούσαις ἀρκέσειεν· ἥ τε γὰρ γλῶσσα μία οὖσα ναρκήσειεν ἄν, ἀποκάμοι δὲ καὶ τὸ στόμα· ῥαγήσεται δὲ καὶ ἡ φωνὴ καὶ ἡ ψυχὴ ἀνεθήσεται. τὸ τοίνυν τὴν πληθὺν ὀνομάσαι, πάνυ ὂν μεῖζον τοῦ τοὺς ἡγεμόνας εἰπεῖν, ταῖς μὲν Μούσαις ὡς θεαῖς δυνατὸν εἶναί φησιν, ἑαυτῷ δὲ ἀδύνατον. διὸ καὶ προαναφωνεῖ μὴ ἂν ὀνομάσαι τὴν πληθύν, καθὰ τάς τε νῆας καὶ τοὺς ἡγεμόνας. Καίτοι κατὰ τὴν τῶν παλαιῶν ἐπιβολὴν εἶπε τρόπον τινὰ καὶ περὶ τοῦ πλήθους. ἐπεὶ γάρ, φασί, περὶ μὲν τοῦ Φιλοκτήτου ἐν τοῖς ἑξῆς εἶπεν ἐκ πεντήκοντα ἐρετῶν εἶναι τὰς αὐτοῦ νῆας, περὶ δὲ Βοιωτῶν, ὅτι ἐξ ἑκατὸν εἴκοσιν αὐτοῖς ἑκάστη ναῦς, δῆλός ἐστιν ἐμφῆναι βουλόμενος τὴν πληθὺν ἐκ τῆς ἀμφοῖν τούτων συνθέσεως. Ἔστι γὰρ κατὰ τὸν Θουκυδίδου κανόνα τὸ μέσον τοῦ πλείονος καὶ ἐλάττονος λαβόντα τεκμήρασθαι, πόσοι δύνανται εἶναι τῷ ἀριθμῷ οἱ τοῦ πλήθους· ὃ καὶ ποιοῦντες οἱ Ὁμηρικοὶ εὑρίσκουσιν ὑπὲρ δέκα μυριάδας συναγομένην τὴν πληθύν. ἐπεὶ γάρ, ὡς ἐν τῇ Βοιωτίᾳ δηλοῦται, αἱ νῆες ὑπὲρ χιλίας, μέσον δὲ τοῦ πεντήκοντα ἀριθμοῦ καὶ τοῦ ἑκατὸν εἴκοσιν ὁ ὀγδοηκονταπέντε, πολυπλασιασθεὶς ὁ ὀγδοηκονταπέντε ἐπὶ τὸν ἀριθμὸν τῶν νηῶν μετρεῖ τὸ τῶν ἐμπλεόντων πλῆθος ὑπὲρ μυριάδας ὂν δέκα, ὡς καὶ προείρηται. καὶ οὕτω δοκεῖ, φασί, καὶ περὶ τοῦ πλήθους λέγειν ὁ ποιητής. πρὸς οὓς ῥητέον, ὡς οὐ ταὐτόν ἐστιν ἁπλῶς περὶ πλήθους εἰπεῖν καὶ αὐτῷ τῷ πλήθει καθ' ἕνα ἕκαστον πρὸς ὄνομα ἐπεξελθεῖν. ὁ μὲν γὰρ πλήθει ἐπεξιὼν ἕνα ἕκαστον λέγει, ὃ καὶ ἐπὶ τῶν ἡγεμόνων ποιεῖ ὁ Ὅμηρος τοῖς καθ' ἕκαστον ἐπεξερχόμενος λεπτομερῶς· ὁ δὲ ἁπλῶς περὶ πλήθους λέγων παχύτερόν πως λέγει καὶ οὐ διευκρινεῖ. Οὕτως οὖν καὶ ἐνταῦθα ὁ ποιητὴς τοὺς μὲν ἡγεμόνας ὀνομάζων καταλέγει, τὴν δὲ πληθὺν οὐδὲ ἀριθμεῖ γοῦν φανερῶς. εἰ δὲ καὶ ἀριθμεῖν δοκεῖ κατὰ τὴν ῥηθεῖσαν Θουκυδίδειον μέθοδον, ἀλλ' ἕτερον τὸ περὶ ἑκάστων εἰπεῖν καὶ ἕτερον τὸ ἀριθμῆσαί τινας. τὸ μὲν γὰρ δηλοῖ, τίνες, τὸ δέ, πόσοι. πολὺ δὲ διαφέρει τὸ τίνες εἰπεῖν καὶ τὸ ὁπόσοι. τὸ μὲν γὰρ τίνες διεξοδικώτερον καὶ δυσχερέστερον ἅτε καὶ γένους μεμνημένον καὶ τύχης καὶ ἐπιτηδευμάτων καὶ τοιούτων τινῶν· τὸ δὲ ὁπόσοι συνεπτυγμένον ἐστὶ καὶ εὐχερές· διὸ τοὺς μὲν ἡγεμόνας ἔχει εἰπεῖν οὐ μόνον ὁπόσοι, ἀλλὰ καὶ τίνες, ἐὰν αἱ Μοῦσαι συλλάβοιντο· τὴν δὲ πληθύν, τίνες μέν, οὐκ ἂν ἔχοι εἰπεῖν οὐδὲ σὺν αὐταῖς ταῖς Μούσαις, κἂν ὑπὲρ φύσιν αὐτὸν διάθωνται· μόνον δὲ τὸ ὁπόσοι εἰσὶν ἐρεῖν ἂν ὑπισχνεῖται, ἐὰν αἱ Ὀλυμπιάδες, ἢ κατὰ Ζηνόδοτον βαθύκολποι, Μοῦσαι μνήσωσιν, ἤτοι ἀναμνήσωσιν αὐτόν, αἱ τῆς Μνημοσύνης καὶ τοῦ Διὸς θυγατέρες. τῷ ὄντι γὰρ Μουσῶν ἔργον ἤτοι λογιωτάτης ἐφόδου