Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.397
Not analysed yet
καὶ γνώσεως τὸ διὰ τῆς ῥηθείσης μεθόδου τὸ τῶν Ἑλλήνων πλῆθος ἐμφῆναι. Συνακτέον οὖν, ὅτι δύο τούτων ἄρτι προκειμένων ἐν τῷ Καταλόγῳ, τοῦ τοὺς ἡγεμόνας εἰπεῖν καὶ τοῦ τὴν πληθύν, τοὺς μὲν ἡγεμόνας φησὶν εἰπεῖν καὶ τίνες εἰσὶ καὶ πόσοι, ἐὰν αἱ Μοῦσαι συλλαλῶσι, τὴν δὲ πληθὺν ἤτοι ἑκάστους, ὡς αὐτὸς ἐν τῇ γάμμα ῥαψῳδίᾳ φησί, τίνες μέν εἰσι, μὴ ἂν εἰπεῖν, κἂν αὐταὶ λαλῶσιν αἱ Μοῦσαι, πόσοι δέ εἰσιν, ἀλλ' αὐτὸ τοῦτο καὶ μόνον εἰπεῖν. ἐπεὶ οὐ πάντῃ πάντως ἀμήχανον, ἐὰν αἱ Μοῦσαι μνήσαιντο, ἤτοι ἀναμνήσωσιν, ὃ καὶ ποιεῖ διὰ τῆς προρρηθείσης μεθόδου. (v. 492) Ὅρα δὲ τὸ μνησαίατο ταὐτόν πως ὂν τῷ διδάξαιεν, ὡς δοκεῖν τοὺς εἰπόντας τὰς μαθήσεις ἀναμνήσεις ἐντεῦθεν λαβεῖν τὴν ἀρχήν. Ἰστέον δὲ ὅτι οὐ βούλεται ὁ ποιητὴς οὐδὲ ἐγχειρεῖ μυθήσασθαι καὶ ὀνομάσαι τὴν πληθὺν διά τε τὸ ἀδύνατον, ὅπερ καὶ αὐτὸς εἶπε, καὶ διότι δὲ οὐκ ἂν τοσούτων ὀνομάτων ἠδυνήθη εὐπορῆσαι πλάσεως, ἔτι δὲ καὶ διὰ τὸ τοῦ πράγματος ἄκαρπον καὶ εἰκαῖον καὶ ἀκερδὲς καὶ εὐπεριφρόνητον τοῖς ἐντυγχάνουσι διὰ τὸ ἀλυσιτελές· σοφὸς γὰρ ὢν κατεστοχάσατο τοῦ μέλλοντος. καὶ ἔγνω μὴ ἂν τοὺς ἀκροατὰς ἐθέλειν ἐγκύπτειν τῷ τοιούτῳ αὐτοῦ πονήματι διὰ τὸ μηδὲν αὐτόθεν ἔχειν κερδαίνειν, ὅπου γε καὶ τὴν Βοιωτίαν, τουτέστι τὸν Κατάλογον τῶν νεῶν, οἱ πολλοὶ περιφρονοῦσι διὰ τὰ τῶν ἡγεμόνων, φασίν, ὀνόματα καί, διότι οὐκ ἔχει κίνησίν τινα ἡρωϊκήν. καὶ μὴν ἄλλως πεποίκιλται θαυμασίως καὶ ὁ τοιοῦτος ὅλος τόπος ἱστορίαις τε καὶ τοπογραφίαις καὶ γενεαλογίαις καὶ ἑτέροις τοιούτοις, ὡς προϊοῦσι γνωσθήσεται. Ἰστέον δὲ καὶ ὅτι Ζηνοδότου βαθυκόλπους, ὡς εἴρηται, τὰς Μούσας μεταγράψαντος μὴ ἀρεσκόμενοι οἱ παλαιοί φασιν, ὅτι οὐδὲ γυναῖκας Ἑλληνίδας βαθυκόλπους εἶπεν ὁ ποιητής. (v. 491) [Ἔτι ἰστέον καὶ ὅτι τε τὸ Ὀλυμπιάδες Μοῦσαι διχῶς νοεῖται· ἢ γὰρ αἱ Ὀλύμπια, ὡς ἐρρέθη, δώματα ἔχουσαι ἢ αἱ τοῦ Ὀλυμπίου Διὸς θυγατέρες τύπῳ πατρωνυμικῷ, καθὰ καὶ Πελιάδες αἱ τοῦ Πελίου καὶ Ἡλιάδες αἱ τοῦ Ἡλίου, καὶ ὅτι Ἕρμιππος κατὰ τὴν δειπνοσοφιστικὴν ἱστορίαν παίζων παρασύρει τὸ «ἔσπετε νῦν μοι» καὶ ἑξῆς ὅλον τὸν στίχον εἰς τὰ ἑαυτοῦ. καὶ ἐρωτήσας ὁπόσα ἐν ἀνθρώποις ἀγαθά, ἐξ οὗ ναυκληρεῖ φησι Διόνυσος ἐπὶ οἴνοπα πόντον, καταλέγει ἀστείως πρὸς ἄλλοις, ὡς ἤγαγε παρὰ Περδίκκου ψεύδεα ναυσὶ πάνυ πολλαῖς καὶ ὡς αἱ Συράκουσαι σῖτον καὶ τυρὸν παρέχουσι καὶ ἕτερά τινα τοιαῦτα. ἔνθα ὅρα τὸ «ψεύδεα ναυσὶ πάνυ πολλαῖς» παραξεσθὲν ἐξ Ὁμήρου φαμένου ἐν τοῖς ἑξῆς δυνατὸν εἶναι ὀνείδεα μυθήσασθαι, ὅσα οὐδ' ἂν ἑκατόνζυγος ναῦς ἄροιτο· καὶ ὅτι κείμενον μετὰ τὸ «ἔσπετε νῦν μοι Μοῦσαι»] τὸ «ὑμεῖς γὰρ πάρεστέ τε ἴστε τε πάντα· ἡμεῖς δὲ κλέος οἷον ἀΐομεν οὐδέ τι ἴδμεν», λεχθείη ἂν ὑπὸ τῶν ἀκοῇ τι παρειληφότων πρὸς τοὺς εἰδή-