Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.409
Not analysed yet
Ὀγχηστοῦ. ταύτης ὁ πολίτης Κωπαΐτης. περὶ αὐτὴν δὲ καὶ λίμνη μεγάλη Κωπαΐς, ἐν ᾗ ἐγχέλεις ἀγαθαί. ταύτης φασὶ τῆς λίμνης κειμένης πλησίον Ἁλιάρτου περίμετρος ὀγδοήκοντα καὶ τριακόσια στάδια· ἔκρυσις δὲ αὐτῆς οὐδαμοῦ φαίνεται, ὡς ὁ Γεωγράφος φησί, πλὴν τοῦ χάσματος τοῦ δεχομένου τὸν Κηφισσόν. εἰσβάλλουσι δέ, φησίν, εἰς αὐτὴν καὶ ἕτεροι ποταμοὶ δύο ἐκ τοῦ Ἑλικῶνος. ἔκειντο δὲ αἱ Κῶπαι προσάρκτιοι τῇ Κωπαΐδι λίμνῃ. ὁ δ' αὐτὸς ἱστορῶν, ὡς ἐν τοῖς ἑξῆς ῥηθήσεται, τοὺς Πλαταιεῖς ἀπὸ τῆς διὰ τῶν πλατῶν κωπηλασίας, λέγει, ὅτι καὶ αἱ Κῶπαι τὸ αὐτὸ ἐνδείκνυνται, ἀφ' ὧν ἡ Κωπαῒς λίμνη πληρουμένη ἐκ τοῦ Κηφισσοῦ, ἧς αὐξομένης ὡς κινδυνεύειν καταποθῆναι τοὺς Κωπαεῖς, ἀνοιχθὲν χάσμα ἐδέξατο τὸν ποταμόν· εἶτα ἐξέρρηξεν αὐτὸν ἀλλαχοῦ. σκοπητέον δέ, μήποτε ἀκολούθως ταῖς Κώπαις καὶ ταῖς Πλαταίαις καὶ ἡ Ἐλάτεια ὠνόμασται ὡς ἀπὸ τοῦ ἐλᾶν, ἐξ οὗ σύνθετον τὸ κωπηλατεῖν. ἕτεροι δὲ ταῦτα σαφέστερον φράζοντές φασιν, ὅτι Κῶπαι καὶ Κωπαῒς ἐκλήθησαν διὰ τὰς κώπας, αἷς ἐχρῶντο οἱ ἐγχώριοι πρὸς ἀλλήλους πλέοντες διὰ τὸ ἀπολιμνωθῆναι, φασί, τὰ ἐκεῖ. ὅθεν καὶ ἡ ἐκεῖσέ που Πλάταια πόλις παρὰ τὴν πλάτην, ὃ δηλοῖ τὴν κώπην· ὡς γὰρ φώκη Φώκαια, νίκη Νίκαια, οὕτω πλάτη Πλάταια. ἦν δέ ποτε καιρός, ὅτε διὰ τοὺς λιμνασμοὺς οὐκ ἦν ἀλλήλοις τοὺς αὐτόθι ἐντυγχάνειν, εἰ μὴ πλάταις ἤτοι κώπαις ἐπλωΐζοντο ἐπὶ λέμβων τινῶν. [δῆλον δέ, ὡς ὁμώνυμος λέξις αἱ κῶπαι. πόλις τε γάρ, ὡς δεδήλωται, καὶ νηῶν ὅπλα ὡσεὶ καὶ πτερὰ καὶ λαβαὶ ξιφῶν.] Ἡ δὲ Εὔτρησις ἐτίμα Εὐτρησίτην Ἀπόλλωνα, οὗ καὶ μαντεῖον ἐκεῖ ἔνδοξον. ἐκλήθη δὲ οὕτω διὰ τὸ πολλαῖς αὐτὴν ῥυμοτομίαις οἱονεὶ συντετρῆσθαι τεμνομένην εἰς ἀμφόδους συχνάς. ἔκειτο δέ, φασί, παρὰ τὴν ὁδὸν τὴν ἐκ Θεσπιῶν εἰς Πλαταιάς. ἐτείχισαν δὲ αὐτὴν Ζῆθος καὶ Ἀμφίων οἱ ἀδελφοί. ὁ δὲ Στράβων λέγει, ὅτι Εὔτρησις κώμιον Θεσπιέων, ἔνθα Ζῆθος καὶ Ἀμφίων ᾤκησαν πρὶν βασιλεῦσαι Θηβαίων. καὶ ὅρα τὸ κώμιον ὑποκοριστικῶς λεχθὲν καὶ προπαροξυτόνως, ὡς καὶ λύρα λύριον καὶ θύρα θύριον. Ἡ δὲ Θίσβη πολίτην μὲν ἔσχε τὸν περίπυστον αὐλητὴν Ἰσμηνίαν· Θισβεὺς γὰρ ἦν· ἐκλήθη δὲ ἀπὸ Θίσβης, θυγατρὸς Ἀσωποῦ. ὁ δὲ λιμὴν τῶν Θισβέων καὶ τὸ ἐπίνειον ἔχει, φασί, πλῆθος περιστερῶν, ὡς καὶ ὁ ποιητὴς ἐπεσημήνατο. ἱστορεῖ δὲ τοῦτο καὶ ὁ Γεωγράφος λέγων· «Θίσβη ἡ καὶ Θίσβαι οἰκεῖται μικρὸν ὑπὲρ θαλάσσης χωρίον ὅμορον Θεσπιεῦσιν ἐν τῇ