Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.408
Not analysed yet
εἰπών, ὅτι μεταξὺ Ἐρυθρῶν καὶ τῶν Ὑποκρήμνων Μίμας ὄρος ὑψηλὸν εὔθηρον καὶ πολύδενδρον. λέγει δὲ ὁ αὐτὸς καί, ὅτι τῶν Ἐρυθρῶν τούτων ἄποικοι αἱ Ἰωνικαί. (v. 500) Ὕλη δὲ ἀπὸ Ὕλης, θυγατρὸς Θεσπιέως, ἢ ὅτι ὑλώδης ἐστί· φασὶ γὰρ οἱ παλαιοί, ὅτι Ὕλη καὶ Εἰλέσιον καὶ Ἐλεών, ὧν ἀνωτέρω μνεία ἦν, ὑλώδεις εἰσὶ τόποι Βοιωτῶν καὶ ἑλώδεις, ὥστε ἀπὸ τοῦ ἕλους καὶ τὸ Εἰλέσιον καὶ ὁ Ἐλεών. καὶ ὁ Γεωγράφος δέ φησιν, ὅτι Ἐλεὼν κώμη Ταναγρικὴ ἀπὸ τῶν ἑλῶν καλουμένη, καὶ ὅτι Ἕλος καὶ Ἐλεὼν καὶ Εἰλέσιον διὰ τὸ ἐπὶ ἕλεσιν ἱδρῦσθαι. νῦν δέ, φησίν, οὐχ' ὁμοίως ἔχει πάντα, ὡς ἢ ἀνοικισθέντων τῶν ἐνοικούντων ἢ τῆς λίμνης ἐπὶ πολὺ ταπεινωθείσης διὰ ἐκρύσεων. δηλοῖ γοῦν ἐν τούτοις ὁ Γεωγράφος μὴ οὕτως ἑλώδεις τοὺς ῥηθέντας εἶναι τόπους, ὡς ἦσαν τὸ παλαιόν. κατὰ δέ τινας ὁ Ἐλεὼν ἀπὸ Ἐλεῶνος ὠνόμασται, υἱοῦ Ἐτεωνοῦ τοῦ ἀνωτέρω μνημονευθέντος. Τὸ δὲ Ὕλη ἐνταῦθα μὲν ἐκτείνει τὸ υ, ἐν δὲ τοῖς ἑξῆς εὕρηται καὶ συστελλόμενον. παρασημειοῦται γοῦν ὁ Στράβων, ὅτι ἐν τῷ «ὅς ῥ' ἐν Ὕλῃ ναίεσκε» «σκυτοτόμων ὄχ' ἄριστος, Ὕλῃ ἔνι οἰκία ναίων» συστέλλεται τὸ υ. ἔνθα καὶ αἰτιᾶται τοὺς γράφοντας «Ὕδῃ ἔνι οἰκία ναίων». Ὕδη γὰρ πόλις Λυδίας· οὐκ ἂν δὲ ὁ Αἴας ἐκ Λυδίας τὸ σάκος μετεπέμπετο. ὁμοίως συστέλλεται τὸ Ὕλη καὶ ἐν τῷ «ὅς ῥ' ἐν Ὕλῃ ναίεσκε μέγα πλούτοιο μεμηλώς». ὅτι δὲ Ὕλη καὶ ἐνταῦθα ἡ Βοιωτική, δηλοῖ ἐπιφέρων· «λίμνῃ κεκλιμένος Κηφισσίδι». εἰ γὰρ ἡ Κηφισσὶς λίμνη Βοιωτική, Βοιώτιος ἄρα καὶ ὁ Ὑλαῖος οὗτος πλούσιος ὁ τῇ Κηφισσίδι λίμνῃ κεκλιμένος. Ἡ δὲ Πετεών —κώμη δὲ αὕτη Θηβαΐδος κατὰ τὸν Στράβωνα πρὸς τῇ ἐπ' Ἀνθηδόνα ὁδῷ κειμένη—οὐκ ἠξίωται λόγου πολλοῦ τοῖς παλαιοῖς ἢ μόνον εἰς τοσοῦτον, ὅτι ἀπὸ Πετεῶνος ἐκλήθη τινός. (v. 501) Ἡ δὲ Ὠκαλέη εὕρηται μὲν καὶ Ὠκάλεια· καλεῖται δὲ οὕτω διὰ τὸ ὦκα καὶ συντόμως ἐκεῖθεν εἰς Θήβας πορεύεσθαι ἢ ἀπὸ ποταμοῦ παραρρέοντος. ἡ δὲ γεωγραφικὴ ἱστορία λέγει καί, ὅτι Ὠκαλέη μέση Ἁλιάρτου καὶ Ἀλαλκομενίου ἔκειτο τριάκοντα σταδίους ἑκατέρου ἀπέχουσα· παραρρεῖ δ' αὐτὴν ποτάμιον ὁμώνυμον. Μεδεὼν δὲ ἀπὸ Μεδεῶνος, υἱοῦ Πυλάδου καὶ Ἠλέκτρας. ἔστι δέ, φασί, καὶ Φωκικὴ Μεδεὼν καὶ Ἠπειρωτική. ὁ δὲ Γεωγράφος φησί· «Μεδεὼν ὁ μὲν Φωκικός, ἐν τῷ Κρισσαίῳ κόλπῳ, διέχων Βοιωτίας στάδια ἑκατὸν ἑξήκοντα· ὁ δὲ Βοιωτικὸς ἀπ' ἐκείνου κέκληται». (v. 502) Αἱ δὲ Κῶπαι ἀπὸ Κωπέως ἢ Κωπεῶνος οὕτω καλοῦνται, υἱοῦ