Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.411
Not analysed yet
»ὑλήεντα Ζάκυνθον». ὁ δὲ τὰ Ἐθνικὰ συγγραψάμενος ἄρρενος γένους παραδίδωσι τὸν Ἁλίαρτον εἰπών· «Ἁλίαρτος πόλις Βοιωτῶν ἀρσενικῶς». τὸ δὲ μέγα Ἐτυμολογικὸν συγκροτοῦν εἰς τὴν δασεῖαν τῆς ἀρχούσης λέγει παραχθῆναι τὴν Ἁλίαρτον ἀπὸ ἁλιέων καὶ ἄρτου.] (v. 504) Ἰστέον δὲ ὅτι οὐκ ἐξ ἀνάγκης εὑρίσκεσθαι ἀναγκαστέον πόλεις ἢ κώμας, ὅσας ἱστορεῖ ὁ ποιητής· αὐτὸς μὲν γὰρ τὰ ἐφ' ἑαυτοῦ λέγει· ὁ δὲ χρόνος πολλὰ ἠφάνισεν. Ἡ δὲ ἑνικῶς νῦν λεχθεῖσα Πλάταια, ὅτι παρὰ τὴν πλάτην, ὅ ἐστι τὴν κώπην, λέγεται, προείρηται. καὶ ὅτι ὥσπερ ἡ Θέσπια προπαροξύνεται μὲν ἐν τοῖς ἑνικοῖς, ὀξύνεται δὲ ἐν τοῖς πληθυντικοῖς, οὕτω καὶ αὕτη· ἑνικῶς μὲν γὰρ ἡ Πλάταια, πληθυντικῶς δὲ αἱ Πλαταιαί. πολὺς δὲ ὁ τῆς πόλεως ταύτης λόγος τά τε ἄλλα, καὶ ὅτι τάφους, φασί, καὶ τρόπαια εἶχεν ἀγαθῶν ἀνδρῶν τῶν τὴν Ἑλλάδα ἐλευθερωσάντων καὶ τὸ βασίλειον στράτευμα δουλωσάντων. ὁ δὲ πολίτης αὐτῆς Πλαταιεύς, οὗ αἰτιατικὴ ἑνικὴ τὸν Πλαταιᾶ ὡς τὸν Πειραιᾶ, πληθυντικὴ εὐθεῖα οἱ Πλαταιεῖς, αἰτιατικὴ τοὺς Πλαταιεῖς καὶ Πλαταιᾶς. ὁ δὲ Γεωγράφος φησὶ Πλάταια ἀπὸ τῆς πλάτης τῶν κωπῶν καὶ Πλαταιεῖς ἀπὸ κωπηλασίας ζῶντες, εἰ καὶ ὕστερον ἄποθεν τῆς λίμνης οἰκοῦντες οὐκέτι ἐτύμως προσαγορεύονται. καὶ Ἕλος δὲ καὶ Ἐλεὼν καὶ Εἰλέσιον διὰ τὸ ἐπὶ ἕλεσιν ἱδρῦσθαι, ὕστερον δέ, [καθὰ καὶ προερρέθη,] οὐχ' ὁμοίως ἔχει ταῦτα, ὡς ἢ τῶν ἀνθρώπων ἀνοικισθέντων ἢ τοῦ ὕδατος ἐπὶ πολὺ ταπεινωθέντος. ζήτει δὲ καὶ τὰ περὶ Κωπῶν πρὸ ὀλίγου ῥηθέντα. ὁ δ' αὐτὸς λέγει καί, ὅτι Ἐλάτειαν οὐκ οἶδεν Ὅμηρος μεγίστην τῶν Φωκικῶν πόλεων· οὔπω γὰρ ἔκτιστο· Καὶ ὅτι Πλαταιαὶ μεταξὺ Κιθαιρῶνος καὶ Θηβῶν ἐν ὁδῷ τῇ εἰς Ἀθήνας καὶ Μέγαρα. παραρρεῖ δ' αὐτὰς ὁ προρρηθεὶς Ἀσωπός, ἔνθα Μαρδόνιον καὶ τὰς τριάκοντα μυριάδας Περσῶν Ἕλληνες ῥίψαντες ἱδρύσαντο Ἐλευθερίου Διὸς ἱερὸν καὶ τοὺς ἐν μάχῃ τελευτήσαντας δημοσίᾳ θάψαντες ἀγῶνα γυμνικὸν στεφανίτην ἀπέδειξαν τὰ Ἐλευθέρια. ἔστι δὲ καὶ Σικυώνιος δῆμος Πλαταιαί. Γλίσσας δὲ κατοικία τίς, φασί, Θηβαϊκὴ ἐν τῷ Ὑπάτῳ ὄρει ἀπὸ Γλίσσωνος ὠνόμασται ἢ Γλίσσαντος, ὥς φησιν ὁ γράψας τὰ Ἐθνικά. τῷ δὲ τόνῳ Γλίσσας Γλίσσαντος, ὡς γίγας γίγαντος. οἱ δὲ Σχολιασταί φασιν, ὅτι ἡ μὲν συνήθεια προπερισπᾷ Γλισσᾶντα λέγουσα, ἡ δὲ ἱστορία προπαροξύνει