Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.412
Not analysed yet
τὸ ὄνομα. ἰστέον δὲ ὡς τὴν δευτέραν ταύτην κλίσιν οὐκ οἶδεν ἡ ἀκρίβεια, τὴν προπερισπῶσαν τὸν Γλισσᾶντα, εἰ μὴ ἄρα ἐκ τοῦ Γλισσάεις κλίνεται καὶ συναιρεῖται ὡς τὸ «αἰγλῆντα» καὶ «χρυσὸν τιμῆντα». ὁ δὲ Χοιροβοσκὸς οὐ προπερισπωμένως Γλισσᾶντα, ἀλλὰ περισπωμένως Γλισσᾶν, ὡς Θωμᾶν καὶ Κοσμᾶν καὶ τὰ τοιαῦτα· εὐθεῖα γὰρ τούτου κατ' αὐτὸν ὁ Γλισσᾶς. οἱ δὲ περὶ τὰ ἀντίστοιχα πονησάμενοι Γλίσσαν πόλιν ἀναγράφουσιν, ἴσως μὲν Ὁμηρικήν, ἴσως δὲ ἑτέραν τινά. (v. 505) Περὶ δὲ Θηβῶν εἴρηται ἐν τοῖς τοῦ Περιηγητοῦ, εἰ τέως ἐνταῦθα Θήβας δισυλλάβως ἀναγνωστέον. Ἰστέον γὰρ ὅτι Ὁμήρου γράψαντος «οἵ θ' ὑπὸ Θήβας εἶχον ἐϋκτίμενον πτολίεθρον», οἱ πλείους οὐ νοοῦσιν ὑπὸ Θήβας ἐν δυσὶ μέρεσι λόγου, ἀλλὰ ὑφὲν Ὑποθήβας λέγοντες, ὅτι πολλοὶ τόποι καλοῦνται μετὰ προθέσεων, οἷον Ἐπικνημίδιοι, Ὑπερβόρεοι, Παραποτάμιοι, Προποντίς, Παρωκεανῖται, Ὑποχαλκίς, πόλις Αἰτωλίας. οὕτω γοῦν καὶ Ὑποθῆβαι πολισμάτιόν τι διὰ τὴν τοῦ τόπου θέσιν οὕτως ὠνομασμένον. ὡς γὰρ Ὑποχαλκίς, πόλις Αἰτωλική, διὰ τὸ ὑπὸ τὸ ὄρος φασὶ τὴν Χαλκίδα κεῖσθαι, οὕτω καὶ Ὑποθῆβαι αἱ ὑπὸ τὰς Βοιωτίας Θήβας. Φασὶ δὲ οὕτω καλεῖσθαι τὰς Ποτνίας τῆς Βοιωτίας, ἔνθα αἱ τοῦ Θρᾳκὸς Διομήδους ἵπποι ἐμάνησαν κατά τινας, μάλιστα μὲν οὖν κατὰ τὸν Γεωγράφον, ἐφ' ὧν μυθεύεται ὁ Ποτνιεὺς Γλαῦκος ὑπὸ ἵππων διασπασθῆναι, ἃς Εὐριπίδης Ποτνιάδας ἵππους φησίν. αἱ δὲ ῥηθεῖσαι Πότνιαι καὶ δισυλλάβως εὕρηνται Πότναι λεγόμεναι. φασὶ δέ τινες καί, ὅτι παρ' ἱστορίαν ἐστὶ τὸ μνησθῆναι Θηβῶν ἐνταῦθα τὸν ποιητήν. ὡς γὰρ δηλοῖ καὶ τὰ εἰς τὸν Λυκόφρονα Ὑπομνήματα, οὐκ ἐστράτευσαν εἰς Τροίαν Θηβαῖοι νεωστὶ πορθηθέντες ὑπὸ Ἀργείων καὶ ἄρτι τὴν πόλιν συνοικίσαντες. τινὲς δὲ Ὑποθήβας φασὶ τὰς ὑποκειμένας κώμας ταῖς ἑπταπύλοις Θήβαις· ἑπτάπυλοι γὰρ αἱ Βοιώτιαι, ὥσπερ ἑκατόμπυλοι αἱ Αἰγύπτιαι· ἕτεροι δὲ Ὑποθήβας τὰς ἐλάττους Θήβας, ἃς δηλαδὴ ἠλάττωσαν