Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.420
Not analysed yet
δὲ αὐτὴν καὶ Κυπαρισσοῦντα καὶ Ἀπολλωνιάδα, πρότερον δέ ποτε καὶ Ἔραννον [ἐν δυσὶ νῦ πρὸς διαστολὴν τοῦ ἐν Ὀδυσσείᾳ ἐράνου, οὗ χρῆσις τὸ «ἐπεὶ οὐκ ἔρανος τάδε γ' ἐστί», πρὸς ὃ παίζων τις παλαιὸς συνήλειψε καὶ εἶπε γ' ἔρανον καὶ ἠπάτησε τὸν ἀκούσαντα, ὡς δῆθεν περὶ ζῴου γεράνου λαλῶν.] ἔκειτο δὲ ἐν Παρνασσῷ κατὰ τοὺς Δελφούς. Ἡ δὲ Πυθὼν πάλαι μέν ποτε Παρνασσία ἐκαλεῖτο νάπη ἀπὸ Παρνασσοῦ, ὄρους παρακειμένου· εἶτα Πυθὼν ἐκλήθη διὰ τὸν ἐκεῖ τοξευθέντα ὑπὸ Ἀπόλλωνος καὶ σαπέντα δράκοντα, ὡς ἐκ τοῦ πύθω τὸ σήπω, ἐξ οὗ τὸ «σοῦ δ' ὀστᾶ πύσει ἄρουρα», ἢ διὰ τὸ δύνασθαι τοὺς ἐκεῖ χρωμένους πυθέσθαι τὰ μέλλοντα ἤτοι μαθεῖν, ὅθεν καὶ Πύθιος Ἀπόλλων ὁ ἐκεῖ τιμώμενος καὶ ἑορτὴ λαμπρὰ καὶ ἀγῶνες τὰ Πύθια καὶ προφῆτις Πυθιάς καὶ πυθιάζειν ἔτι δὲ καὶ πυθαΐζειν τὸ μαντεύεσθαι. ὕστερον μέντοι Δελφὶς ἡ Πυθὼν ἐκλήθη, ὅτι καὶ Δελφοὶ τὸ ἐκεῖ ἔθνος. ἔστι δὲ καὶ Πυθὼ ἡ πόλις δίχα τοῦ ν, ὡς Λητὼ καὶ Σαπφώ, καὶ δῆλον ἐκ τοῦ Πυθῶδε καὶ τοῦ «Πυθοῖ ἐν ἠγαθέῃ». περὶ δὲ ταύτης δηλοῦται καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ. (v. 520) Κρίσσα δὲ πεδίον καὶ πόλις ἐν Λοκροῖς ἢ ἐν Δελφοῖς ἀπὸ Κρίσσου τινὸς τυράννου ἢ, ὡς Ἑκαταῖός φησι, παιδὸς Φώκου· περὶ δὲ αὐτῆς καὶ ἀνωτέρω εἴρηται. Τὸ δὲ Δαυλίς ὀξύνεται, καθὰ καὶ ἡ Αὐλίς τὸ τοπικόν. ἡ γὰρ αὖλις, ὡς προερρέθη, Αἰολικῶς βαρύνεται. δασεῖα δὲ ἡ πόλις καὶ σύμφυτος, ὅθεν καὶ τὴν κλῆσιν ἔλαχε. δαῦλον γὰρ τὸ δασὺ ἔλεγον προπερισπωμένως, ὡς δηλοῖ Παυσανίας εἰπών «δαῦλον τὸ δασύ. ἡ προτέρα περισπᾶται. Αἰσχύλος· «Δαῦλος δ' ὑπήνη»«. κατὰ δὲ ἑτέρους ἀπὸ Δαυλιέως τυράννου ἐκλήθη οὕτως. οἱ δὲ ὕστερον Δαύλειαν αὐτήν φασι προπαροξυτόνως καὶ διὰ διφθόγγου, ὡς ὁ τὰ Ἐθνικὰ γράψας λέγει. Παυσανίας δέ φησιν ἐν ἰῶτα· διὸ πολίτης αὐτῆς Δαυλιεὺς καὶ