Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.419
Not analysed yet
μένη. οὐκ ἠγνόηται δὲ οὐδ', ὅτι τινὲς τὴν Κρίσσαν, ὥσπερ καὶ τὴν πρὸ μικροῦ ῥηθεῖσαν Νῖσαν, δι' ἑνὸς σ γράφουσι, περισπῶντες τὴν ἄρχουσαν. ὁ δὲ Γεωγράφος λέγει, ὅτι Κρίσσα τῆς Φωκίδος, ἐπ' αὐτῆς ἱδρυμένη τῆς θαλάσσης, καὶ Κίρρα καὶ Ἀντίκιρρα, ὥστε κατ' αὐτὸν ἑτέρα ἡ Κρίσσα καὶ ἑτέρα ἡ Κίρρα. λέγει δ' ὁ αὐτὸς καί, ὅτι πόλις ἀρχαία Κίρρα ἐπὶ θαλάσσης ἱδρυμένη, ἀφ' ἧς ἀνάβασις εἰς Δελφοὺς ὀγδοήκοντά που σταδίων ἀντικρὺ Σικυῶνος. πρόσκειται δὲ τῇ Κίρρᾳ τὸ Κρισσαῖον πεδίον εὔδαιμον, ἐφεξῆς δὲ ἄλλη πόλις Κρίσσα, ἀφ' ἧς ὁ κόλπος Κρισσαῖος. κατεσπάσθη δὲ καὶ ἡ Κίρρα καὶ ἡ Κρίσσα. εὐτύχησαν δέ ποτε, φησίν, οἱ Κρισσαῖοι, καὶ πικρῶς ἐτελώνουν τοὺς περὶ τὸ τοῦ Ἀπόλλωνος ἱερὸν ἀφικνουμένους. Μέγα δὲ ἔθνος οἱ Φωκεῖς καὶ πολλοῦ λόγου τῷ Δημοσθένει ἀξιωθέν. καὶ μέμνηται καὶ αὐτῶν ἡ Περιήγησις. κεῖται δέ, φασίν, ἡ Φωκὶς μετὰ Βοιωτίαν καὶ Ὀρχομενὸν πρὸς ἄρκτον παραβεβλημένη τῇ Βοιωτίᾳ ὅτι δὲ οἱ Φωκεῖς ἐσύλησάν ποτε τὸ τοῦ Ἀπόλλωνος ἱερόν, ὅθεν ὁ Φωκικὸς καὶ ἱερὸς καλούμενος ἐξήφθη πόλεμος, καὶ ἐν τοῖς ἑξῆς δηλωθήσεται. Ἰστέον δὲ ὅτι τὸ Ἴφιτος ἐνταῦθα μὲν διὰ μέτρον ἐξέτεινε τὴν μέσην συλλαβὴν ἤτοι τὴν παραλήγουσαν, ἀλλαχοῦ δὲ φυλάσσει τὸν βραχὺν χρόνον, οἷον «Ἴφιτος Εὐρυτίδης». (v. 517) Τὸ δὲ Φωκήων διφορεῖται κατὰ τοὺς παλαιούς, οἵ φασιν, ὅτι ἐν τῇ Ἀριστάρχου διχῶς φέρεται Φωκείων, διὰ διφθόγγου δηλαδή, καὶ Φωκήων διὰ τοῦ η. ἔστι δὲ καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ τοιοῦτόν τι, ἐν οἷς περὶ τῶν Ὑλλέων λέγει. Σχεδίους δὲ ἀπαριθμοῦνται οἱ ἀρχαῖοι δύο, τοῦτόν τε τὸν Ἰφιτίδην καὶ τὸν τοῦ Περιμήδους. φησὶ γάρ που ὁ ποιητής «Σχεδίον Περιμήδεος υἱόν, ἀρχὸν Φωκήων», ἤγουν ὕπαρχον, ἡγεμόνα τῶν ἐπὶ μέρους. καὶ πάλιν «Σχεδίον μεγαθύμου Ἰφίτου υἱόν, Φωκήων ὄχ' ἄριστον», οὓς καὶ ἀμφοτέρους ὁ Ἕκτωρ ἀναιρεῖ. ὁ δ' αὐτὸς ποιητὴς καὶ δύο Εὐρυβάτας οἶδε κήρυκας, τὸν βασιλικὸν καὶ τὸν τοῦ Ὀδυσσέως τὸν ἐξ Ἰθάκης, καὶ δύο Εὐρυμέδοντας, τὸν τοῦ Ἀγαμέμνονος καὶ τὸν τοῦ Νέστορος· καὶ ἄλλαι δὲ ὁμωνυμίαι εἰσὶ παρ' αὐτῷ, καθὰ πολλαχοῦ φαίνεται. οἱ δὲ ῥηθέντες Φωκεῖς καλοῦνται οὕτως ἀπὸ Φώκου, υἱοῦ Αἰακοῦ καὶ Ψαμάθης, μιᾶς τῶν Νηρηΐδων. (v. 519) Τὴν δὲ ῥηθεῖσαν Κυπάρισσον ἀπὸ Κυπαρίσσου φασὶ καλεῖσθαι, υἱοῦ Μινυοῦ, ἀδελφοῦ Ὀρχομενοῦ· οἱ δὲ ἀπὸ πλήθους τῶν ἐκεῖ κυπαρίσσων, [ὧν ἐτυμολογία στιχηρά, οὐ πάνυ παλαιά, τὸ «κύει παρίσους ἡ κυπάρισσος κλάδους».] ἐκάλουν