Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.422
Not analysed yet
Ὁμηρικὴ αὕτη, ἥ τε μετονομασθεῖσα ἐξ Ἀνεμωρείας Ὑάμπολις καὶ τρίτη ἡ Παρνασσία. ἐν ἄλλοις δέ φησιν ὁ Γεωγράφος, ὅτι Ὕαντες τῆς Φωκίδος Ὕαν πόλιν ἔκτισαν· ἴσως δὲ καὶ Ὑάμπολις ἡ τοιαύτη ἐν ἑνὶ μέρει λόγου· καὶ ὅτι Ὕαντες ἐκ Βοιωτίας ἀπελθόντες Αἰτωλοῖς συνῴκησαν. (v. 523) Ἡ δὲ Λίλαια πόλις λέγεται καὶ αὐτὴ Φωκική, ὁμώνυμος Λιλαίᾳ τῇ τοῦ Κηφισσοῦ. ἔκειτο δὲ παρὰ τὸν Παρνασσόν. εἰ δὲ καὶ ἀπὸ τοῦ λιλαίω, τὸ ἐπιθυμῶ, γίνεται, οὐκ ἔστι διαβεβαιώσασθαι τὸν μὴ ἐξ ἱστορίας συγκροτούμενον. περιρρέει δὲ ταύτην ὁ ἐνταυθοῖ παρεισρυεὶς τῷ Ὁμηρικῷ λόγῳ Κηφισσός, μᾶλλον δὲ τὰς πηγὰς αὐτόθεν ποθὲν ἔχει, ὡς προσεχῶς δεδήλωκεν ὁ ποιητής, ᾧ συμφωνῶν καὶ Ἡσίοδος περὶ Κηφισσοῦ λέγει· «ὅς τε Λιλαίηθε προχέει καλλίρροον ὕδωρ». λέγει δὲ καὶ ὁ Γεωγράφος, ὅτι Κηφισσὸς ἐκ Λιλαίας πόλεως Φωκικῆς τὴν ἀρχὴν λαμβάνει καὶ ὅτι εἰς τὴν Κωπαΐδα ἐκδίδωσιν. ἔστι δὲ καὶ ἄλλος Κηφισσὸς διὰ Φωκέων ῥέων, φασί, καὶ ἐμβάλλων εἰς τὸν Κορινθιακὸν κόλπον. καὶ Ἀττικὸς δέ ἐστι Κηφισσὸς καὶ Σαλαμίνιος καὶ Ἀργεῖος καὶ Σικυώνιος. καὶ λίμνη δὲ Βοιωτίας ἐστὶ Κηφισσίς, ἡ λεγομένη καὶ Ὑλικὴ παρωνύμως τῇ Βοιωτικῇ Ὕλῃ. οἱ δὲ παρὰ τὸν Κηφισσὸν ποταμὸν Ἐπικηφίσσιοι λέγονται, ὑπὸ δέ τινων Παραποτάμιοι. ὁ δὲ Γεωγράφος ἑπτὰ μετρεῖ Κηφισσούς. (v. 527—9) Ὅτι Λοκρῶν ἡγεμόνευεν Ὀϊλέως ταχὺς Αἴας, μείων. εἶτα ἑρμηνεύων τὸ μείων, ἵνα μή τις νοήσῃ καὶ αὐτὸν τυτθὸν τὸ δέμας κατὰ τὸν Τυδέα, ἐπάγει· «οὔτι τόσος γε ὅσος Τελαμώνιος Αἴας». καὶ ὅρα τοὺς δύο στίχους εἰς τὸ Αἴας καταλήγοντας κατὰ σχῆμα κάλλους ὁμοιοκατάληκτον. ἐπεὶ δὲ τὸ «οὔτι τόσος» ἀορισταίνει καὶ αὐτὸ καὶ οὐ δηλοῖ, πόσον ἦν ὁ Λοκρὸς Αἴας ἥττων τοῦ Σαλαμινίου Αἴαντος, ἐπιφέρει· «ἀλλὰ πολὺ μείων». διὸ καὶ Αἴας ἐκεῖνος ὁ μέγας ἐλέγετο, ἔτι δὲ καὶ ὁ μείζων, ὡς παρὰ Σοφοκλεῖ. εἶτα ὁ ποιητὴς παραφράζων τὸ μείων φησίν· «ὀλίγος μὲν ἔην». (v. 529 s.) Λέγει δὲ καὶ ὅτι λινοθώρηξ ἦν. φανήσεται γὰρ ὅτι