Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.423
Not analysed yet
πεζῶν ἦρχεν, ὅθεν οὐδὲ αὐτὸς σιδηροῦ χιτῶνος πάνυ ἐδέετο. «ἐγχείῃ δέ», φησίν, «ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς», ἤγουν ἐγχέσπαλος ἦν καὶ αἰχμητής, εἰ καὶ μὴ τοιούτων ἦρχεν ἀλλὰ σφενδονητῶν τε καὶ τοξοτῶν καὶ τοιούτων τινῶν. ὅτι δὲ τοιοῦτοι οἱ Λοκροί, δηλώσει καὶ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς εἰπὼν μὴ σταδίαν ὑσμίνην μέλειν τοῖς Λοκροῖς, ἀλλὰ τόξα καὶ σφενδόνας. τοιοῦτοι δέ τινες καὶ οἱ Αἰτωλοί, ὡς ἐν τῷ περὶ αὐτῶν λόγῳ φανήσεται. φέρεται δὲ ἀπ' αὐτῶν παροιμία ἥδε· «Λοκρῶν σύνθημα» ἐπὶ ἀπατεώνων. δοκοῦσι γὰρ Λοκροὶ Πελοποννησίοις συνθέμενοί ποτε, εἶτα Ἡρακλείδαις βοηθῆσαι. Ἰστέον δὲ ὅτι κατὰ τὴν ἱστορίαν οἱ Ὀπούντιοι Λοκροὶ γραφὰς ἤτοι εἰκόνας γεγραμμένας τῶν δύο Αἰάντων ἔχοντες οὐ κατὰ τὸν ποιητὴν ἔγραψαν, ἀλλ' ἐτόλμησαν μείζονα τὸν ἴδιον γράψαι. (v. 531—3) Ἐνέμοντο δέ, φησίν, οἱ ὑπ' αὐτὸν πόλεις ταύτας· Κῦνον Ὀπόεντά τε, ἤτοι τὴν Ὀποῦντα, καὶ Καλλίαρον Βῆσάν τε, δι' ἑνὸς σ λεγομένην κατά τινας πρὸς διαστολὴν τῆς ὀρεινῆς βήσσης, Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα, ὡς τοῦ Βοαγρίου ποταμοῦ ἐκεῖσέ που ῥέοντος. (v. 535) Εἶτα μετὰ ὀκτὼ στίχους τοὺς διὰ μέσου ἐπαναλαβών φησι· «Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης». ἡ δὲ τοιαύτη ἐπανάληψις ὁμοία μέν ἐστι τῇ πρὸ ταύτης, ἐν ᾗ τοὺς Φωκέων στρατηγοὺς μετὰ ἑπτὰ στίχους ἐπανέλαβε, κατορθοῖ δὲ δύο τινά. τήν τε γὰρ ἐφεξῆς ἱστορίαν προκαλεῖται· αὐτίκα γὰρ περὶ Εὐβοίας ἐρεῖ· καὶ Λοκρῶν διαφορὰν ἐμφαίνει ὡς καὶ ἑτέρων ὄντων. οὗτοι μὲν γὰρ Ἐπικνημίδιοι κατὰ τοὺς παλαιούς. εἰσὶ δὲ καὶ Ὀζόλαι, κείμενοι μὲν περὶ τὰ δυτικὰ τῆς Φωκίδος, κληθέντες δὲ Ὀζόλαι ἢ διὰ τὴν ἐν τοῖς τοῦ Περιηγητοῦ ῥηθεῖσαν αἰτίαν ἤ, διότι, φασίν, αἰγονόμοι εἰσὶ καὶ τραγᾶς ἀβυρσεύτους καὶ δυσώδεις ἀμφιέννυνται. τραγαῖ δέ εἰσι περισπωμένως αἱ τῶν τράγων δοραί, ὡς καὶ λεονταῖ καὶ παρδαλαῖ αἱ τῶν λεόντων καὶ τῶν παρδάλεων. Στράβων δὲ περὶ Λοκρῶν καὶ ταῦτα φησίν· «Ἑσπερίων Λοκρῶν Ὅμηρος οὐ μέμνηται». εἰπὼν δέ· «οἳ ναίουσι πέρην Εὐβοίης» ἐμφαίνει μὴ μόνον τούτους εἶναι οὓς λέγει, ἀλλὰ καὶ ἑτέρους. τὸ γάρ «οἳ ναίουσι πέραν Εὐβοίας» πρὸς διαστολήν, φησί, τῶν ἑσπερίων εἴρηκε. διαιρεῖ δὲ ὁ αὐτὸς τοὺς παρ' Ὁμήρῳ εἰς Ἐπικνημιδίους καὶ Ὀπουντίους, ὥστε καὶ δύο γένη Λοκρῶν καθ' Ὅμηρον, ἤγουν οἱ Ἐπικνημίδιοι ἅπαντες κοινῶς καὶ αὖ πάλιν κοινῶς οἱ ἕτεροι, τουτέστιν οἱ ἑσπέριοι οἱ καὶ Ὀζόλαι. καὶ τρία δέ εἰσι γένη τῶν αὐτῶν, ἐάν τις ὑποδιέλῃ κατά τινα ἐξοχὴν ἢ διαφορὰν τοὺς Ὀπουντίους ἀπὸ τῶν Ἐπικνημιδίων, περὶ ὧν καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται. λέγει δὲ ὁ Στράβων καί, ὅτι ἑσπερίοις