Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.437
Not analysed yet
(v. 554) Ὅρα δὲ τὸ «κοσμῆσαι ἵππους καὶ ἀνέρας», ὅθεν κοσμήτορες λαῶν οἱ βασιλεῖς. Σημειοῦνται δὲ οἱ παλαιοὶ ἐνταῦθα καί, ὅτι πρῶτος Ὅμηρος κόσμον πολέμου τὴν παράταξιν ὠνόμασε καὶ ὅτι ἐγκώμιον τοιοῦτον τῷ Μενεσθεῖ ἐχαρίσατο, ἐπεὶ μὴ εὐδοκιμήσει που ἐν ταῖς μάχαις. (v. 556) Πεντήκοντα δέ, φησίν, αὐτῷ νῆες ἦσαν· καὶ αὗται μὲν μετρίως ἔχουσιν, ὑστέρῳ μέντοι χρόνῳ τοσοῦτον εὐφόρησαν οἱ Ἀθηναῖοι νεῶν, ὡς μόνοι τῶν ὑφ' ἥλιον ἄριστοι εἶναι ναυμαχεῖν καὶ θαλαττοκρατῆσαι χρόνους ἱκανούς. [Ὅτι δὲ καὶ ἄλλως πολὺ τὸ σεμνὸν αἱ Ἀθῆναι πάλαι ποτὲ εἶχον, δηλοῖ καὶ ὁ εἰπὼν τὰς Ἀθήνας Ἑλλάδος Μουσεῖον, ἔτι δὲ καὶ Πίνδαρος Ἑλλάδος αὐτὰς ἔρεισμα καλέσας καὶ Θουκυδίδης Ἑλλάδος Ἑλλάδα καὶ ὁ Πύθιος ἑστίαν καὶ πρυτανεῖον τῶν Ἑλλήνων· ἐξ ὧν ὡρμημένος τις εἰς ἔννοιαν σεμνὴν κόσμου κόσμον ἐκάλεσε τὸν ἐν Κωνσταντινουπόλει ἀσύγκριτον νεών.] (v. 546 s.) Τὸ δέ «δῆμον Ἐρεχθῆος» πολυωνυμίας ἔχει λόγον· ταὐτὸν γὰρ Ἀθήνας εἰπεῖν καὶ δῆμον Ἐρεχθέως. ἔοικε δὲ καὶ τὸ δημοκρατικὸν ἐμφαίνειν, ᾧ μάλιστα ἔχαιρον Ἀθηναῖοι, οὕς φασιν αἱ ἱστορίαι παντοίας πειραθῆναι ἀρχῆς· καὶ γὰρ καὶ ἐβασιλεύθησαν καὶ εἰς δημοκρατίαν μετέστησαν, εἶτα καὶ ἐτυραννήθησαν καὶ ὕστερον εἰς ὀλιγαρχίαν μετῆλθον. ἐξενίκα δὲ ἡ δημοκρατία φιλουμένη αὐτοῖς πλέον τῶν ἄλλων πολιτειῶν. Σημείωσαι δὲ ὅτι Ἀθηναίων πόλεις ἢ δήμους ἢ ὅλως εἰπεῖν τόπους οὐκ ἠρίθμησεν ὁ ποιητὴς διά τε πλῆθος κατὰ τοὺς παλαιοὺς καί, ὅτι οὐκ εἶχε πάντα, φασίν, εἰς μετροποιΐαν κατατάξειν, καίτοι ἑκατὸν ἑβδομηκοντατεσσάρων, φασί, δήμων ὄντων τῆς Ἀττικῆς, ὧν πολλοὶ λαμπρὰ εἶχον διηγήματα· καθάπερ Ἀφίδνα μὲν τὴν Ἑλένης ἁρπαγὴν ὑπὸ Θησέως καὶ ὡς οἱ Διόσκουροι ἐκπορθήσαντες αὐτὴν ἐκομίσαντο τὴν ἀδελφήν· Μαραθὼν δὲ ὕστερον μὲν τὸν Περσικὸν ἀγῶνα, πρὸ δὲ Ὁμήρου τὸν Μαραθώνιον ταῦρον, ὃν ἀνεῖλε Θησεύς· Ῥαμνοῦς δὲ τὸ τῆς Νεμέσεως ξόανον μεγέθει καὶ κάλλει κατωρθωμένον καὶ τοῖς τοῦ Φειδίου ἐνάμιλλον· Δεκέλεια δὲ ὁρμητήριον Πελοποννησίοις κατὰ Ἀθηνῶν ἐχρημάτισεν ὕστερον· ὁμοίως δὲ καὶ ἡ Φυλὴ τὸν Θρασύβουλον κατὰ τῶν τυράννων ἐδέξατο· ἀξία δὲ λόγου καὶ ἡ Ἀκαδημία καὶ οἱ κῆποι τῶν φιλοσόφων καὶ ἡ ποικίλη Στοά· Ἀνάφλυστος δὲ Κωλιάδος Ἀφροδίτης εἶχεν ἱερόν· περὶ τοῦτον τὸν δῆμον ἐξεκυμάνθη τὰ Περσικὰ ναυάγια, περὶ ὧν χρησμὸς προεῖπε·