Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.436
Not analysed yet
ἀνέκυψε καὶ τὸ βιόδωρος καὶ βωτιάνειρα καὶ παμβῶτις καὶ τὰ ὅμοια.] (v. 549) Ὅτι δὲ καὶ ἱερὸς ἦν ἀνὴρ ὁ Ἐρεχθεύς, δηλοῖ ὁ ποιητὴς εἰπών, ὅτι ἐκάθισεν αὐτὸν ἡ Ἀθηνᾶ ἑῷ ἐνὶ πίονι νηῷ ὡς οἷά τινα ζάκορον ἢ νεωκόρον ἢ καὶ ἱερέα· ὥστε καὶ ἱερᾶτο ἐκεῖνος τῇ Ἀθηνᾷ. οὕτω δὲ ἦν περίκλυτος, ὥστε πάνυ ἔχαιρον Ἀθηναῖοι Ἐρεχθεῖδαι λεγόμενοι. οὕτω δέ φασι καὶ Κοδρίδαι καὶ Κεκροπίδαι καὶ Θησεῖδαι. καὶ ταύτας γε τὰς κλήσεις τῶν ἀπὸ τῆς πατρίδος ἐντιμοτέρας ἐνόμιζον. τινὲς δὲ τὸν αὐτὸν καὶ Ἐριχθόνιόν φασιν, ὁμώνυμον τῷ παλαιῷ Τρωϊκῷ βασιλεῖ Ἐριχθονίῳ, οὗ καὶ αὐτοῦ μέμνηται καὶ ὁ ποιητής. πλάττουσι δὲ ἕτεροι καὶ μῦθον αἰσχρόν, ἐκεῖνον τὸν περὶ τοῦ ἐρίου καὶ τῆς χθονὸς καὶ τὸν Ἡφαίστου κατὰ τῆς Ἀθηνᾶς ἔρωτα καὶ τὴν ἀτελεσφόρητον ἐν αὐτοῖς αἰσχρουργίαν, ἃ πάντα ῥιπτέον εἰς σιωπὴν καὶ δοτέον κατασαπῆναι τῇ γῇ. (v. 550 s.) Λέγει δὲ ὁ ποιητὴς καί, ὅτι οἱ τῶν Ἀθηναίων κοῦροι ἐν τῷ ῥηθέντι ναῷ ταύροισι καὶ ἀρνειοῖς ἱλάονται τὴν Ἀθηνᾶν, τουτέστιν ἱλάσκονται, περιτελλομένων ἐνιαυτῶν. ἔοικε δὲ τὰ Παναθήναια ἱστορεῖν, ὧν ἔκτοτε, ὡς εἰκός, ἀρχή τις προκαταβέβλητο, οὐ κατὰ ἐνιαυτὸν ἕκαστον τελουμένων, ἀλλὰ περιτελλομένων ἐνιαυτῶν· κατὰ πενταετηρίδα γὰρ ἤγοντο καὶ αὐτά, καθὰ καὶ Ὀλύμπια. (v. 552) καὶ θεοφιλεῖς οὖν ἐν τούτοις τοὺς Ἀθηναίους ὁ ποιητὴς ἱστορεῖ, ὧν ἡγεμόνευέ, φησίν, υἱὸς Πετεῶο Μενεσθεύς. θήλεα δέ, φασίν, ἔθυον τῇ Ἀθηνᾶ. (v. 551) Τὸ δέ «περιτελλομένων ἐνιαυτῶν» ἕτερον μέν τί ἐστι παρὰ τὸ «περιπλομένων ἐνιαυτῶν», τὸ ἐν Ὀδυσσείᾳ ῥηθέν. εἴρηται δὲ κατὰ ὁμοιότητα τοῦ ἐπιτέλλειν καὶ ἀνατέλλειν. Τὸ δὲ Πετεῶο ἢ ἀπὸ τοῦ Πετεώς Πετεώ γίνεται Ἀττικῶς, ὡς λαγώς λαγώ, ταώς ταώ, καὶ πλεονασμῷ τοῦ ο μικροῦ Πετεῶο κατὰ τὸν Ἡρωδιανόν, ἢ εὐθεῖά ἐστι κοινὴ κατὰ Ἀρίσταρχον Πετεός, ὡς καλός, οὗ γενικὴ Πετεοῖο, ὡς καλοῖο, καὶ ἐκτάσει Πετεῷο. (v. 553—5) Τὸν δὲ Μενεσθέα, οὗ μνήμη γέγονε καὶ ἐν τῷ περὶ Ἀβάντων λόγῳ, ὁ ποιητὴς ἐπαινῶν ἐνταῦθα ὡς τακτικώτατον λέγει, ὅτι τούτῳ οὔπω τις ὁμοῖος ἐπιχθόνιος γένετ' ἀνὴρ κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας. Νέστωρ οἶος ἔριζεν· ὁ γὰρ προγενέστερος ἦεν. ὅρα δὲ ὅτι οὐκ εἶπεν, ὡς Νέστωρ μόνος ἐνίκα· ἤριζε δέ, φησίν. ἀμφήριστος ἄρα ἦν αὐτοῖς ἡ νίκη· καὶ τοῦτο δὲ οὐ δι' ἀφυΐαν τοῦ Μενεσθέως, ἀλλὰ διὰ τὴν ἐξ ἡλικίας πολυπειρίαν τοῦ γεραιτάτου Νέστορος.