Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.441
Not analysed yet
Σικελικῶν, οἷς οὐδὲν κοινὸν πρὸς τούτους, τρεῖς μόνους ὄντας ἢ ἑπτὰ κατά τινας, ὧν ἑκάστῳ εἷς ὀφθαλμὸς ἐνέκειτο μετώπῳ κατὰ Ἡσίοδον, οἷς καὶ σπήλαια ἐν τῇ Ἀργείᾳ χώρᾳ ἐπονομάζονται. Καλεῖται δέ, φασί, Τίρυνς ἀπὸ Τίρυνθος, ἀδελφοῦ Ἀμφιτρύωνος. ἐκαλεῖτο δὲ πρότερον Ἁλιεῖς διὰ τὸ πολλοὺς ἁλιευομένους οἰκεῖν ἐκεῖ. κατὰ δὲ Παυσανίαν Ἁλικοὶ περὶ Τίρυνθα οἱ τὰ περὶ θάλασσαν τῆς Πελοποννήσου οἰκοῦντες. ὁ δὲ Γεωγράφος ὁρμητήριον Προίτου τὴν Τίρυνθα λέγει, τειχισθὲν διὰ Κυκλώπων, οὓς ἑπτὰ εἶναί φησι, γαστερόχειρας μὲν καλουμένους, τρεφομένους δ' ἐκ τῆς τέχνης, μεταπέμπτους ἐκ Λυκίας ἐλθόντας. πλησίον δέ που, φησί, καὶ Μιδέα παροξυτόνως, ἑτέρα τῆς Βοιωτικῆς. ἐκείνη δὲ καὶ προπαροξύνεται, φησίν, ὡς πρόνοια, καθὰ καὶ προεγράφη. διέχει δὲ Ναυπλίας περὶ δώδεκα στάδια, ᾗτινι Ναυπλίᾳ ἐφεξῆς σπήλαια, φησί, καὶ οἰκοδομητοὶ λαβύρινθοι. καλεῖται δὲ Κυκλώπεια· Ἔνθα σημείωσαι τὴν περὶ τὰ τοιαῦτα τῶν παλαιῶν σπουδήν· οὐ γὰρ μόνον ταῦτα καὶ ὁ κατὰ Κρήτην λαβύρινθος λόγον πολὺν ἔσχον, ἀλλὰ καὶ ὁ Αἰγύπτιος, περὶ οὗ φησιν Ἡρόδοτος, ὅτι λαβύρινθος περὶ Αἴγυπτον λόγου μείζων· εἰ γάρ τις τὰ ἐξ Ἑλλήνων ἔργα συλλογίσεται οἷον τείχη καὶ τὰ τοιαῦτα, ἐλάσσονος πόνου φανοῦνται τοῦ λαβυρίνθου τούτου. (v. 560) Ἡ δὲ Ἑρμιόνη καλεῖται οὕτως, ἐπειδὴ Ζεὺς καὶ Ἥρα ἐνταῦθα ὡρμίσθησαν ἀπὸ Κρήτης ἀφικόμενοι. ἀπὸ γοῦν τοῦ ὁρμίζω τροπῇ τοῦ ο εἰς ε Ἑρμιόνη. τὸ δὲ πρωτότυπον αὐτῆς Ἑρμιών, ἡ γενικὴ Ἑρμιόνος· ὥσπερ δέ, φασί, κάλυκος Καλύκη, χιτῶνος Χιτώνη, ἡγεμόνος Ἡγεμόνη, οὕτως Ἑρμιόνος Ἑρμιόνη. ἕτεροι δὲ πρωτότυπον μέν φασι τὴν Ἑρμιόνην. Ἑρμιόνα δὲ εἰπεῖν ὅμοιον, ὡς καὶ Σοφοκλῆς Δωδῶνα τὴν Δωδώνην φησίν. ἐθνικὸν ταύτης οἱ Ἑρμιονεῖς· ἱερὸν δὲ ἐν αὐτῇ παρθένου Ἥρας. ὁ δὲ Γεωγράφος λέγει, ὅτι Ἑρμιόνη οὐκ ἄσημος πόλις καὶ ὅτι τεθρύληται παρ' Ἑρμιονεῦσι τὴν εἰς Ἅιδου κατάβασιν σύντομον εἶναι· διὸ οὐκ ἐντιθέασιν ἐνταῦθα τοῖς νεκροῖς ναῦλον. [Εἰ δὲ καὶ ἐκ τοῦ Λακωνικοῦ Ταινάρου, σπηλαίου ἐκείνου μεγάλου καὶ ἀφεγγοῦς, καταβαίνειν ἦν ἐς Ἅιδην, ἕτερος μῦθος εἰπεῖν ἐτόλμησεν οὐκ ἀφυῶς.] Καὶ Σκύλλαιον δέ, φησί, τόπος ἐν αὐτῇ, ἀπὸ Σκύλλης ὀνομασθὲν τῆς Νίσου θυγατρός, περὶ ἧς ἀλλαχοῦ εἴρηται· οὐ μὴν ὅθεν καὶ τὸ περί που Σικελίαν σπήλαιον. Ἀσίνη δὲ οὐ μόνη αὕτη, ἀλλὰ καὶ ἕτεραι· ὧν μία