Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.442
Not analysed yet
καὶ Λακωνικὴ πόλις, ἀπὸ Ἀσίνης κληθεῖσα, θυγατρὸς Λακεδαίμονος· ὁ δὲ Γεωγράφος καὶ κόλπον Ἀσιναῖον, μάλιστα δὲ Ἀσίνην οἶδεν ὁμώνυμον ταύτῃ. φησὶ γοῦν· «Ἀσίνη κόλπος, ἔνθα αἱ πόλεις αἱ τῷ Ἀχιλλεῖ ὑπεσχημέναι ἐξ Ἀγαμέμνονος». λέγει δὲ καί, ὅτι Ἀσίνη καὶ Ἑρμιὼν Δρυόπων οἰκητήριον, Δρύοπος τοῦ Ἀρκάδος κατοικίσαντος αὐτοὺς ἐνταῦθα ἐκ τῶν περὶ Σπερχειὸν τόπων· λέγει δὲ καὶ κόλπον Ἑρμιονικὸν ἀρχόμενον ἀπὸ Ἀσίνης πολίχνης. (v. 561) Τροιζὴν δὲ πόλις οὐκ ἄσημος, ὑπερκειμένη θαλάσσης πεντεκαίδεκα στάδια, ἧς πρόκειται νησίδιον· καλεῖται δὲ ἀπὸ Τροιζῆνος, υἱοῦ Πέλοπος. ἡ δ' αὐτή ποτε καὶ Ἀφροδισιὰς καὶ Σαρωνία καὶ ἢ Ποσειδωνία ἢ Ποσειδωνιάς, ὡς ἱερά, φασί, Ποσειδῶνος· καὶ Ἀπολλωνιὰς δέ. ἔστι δέ, φασί, καὶ ἑτέρα ἐν Ἰταλίᾳ Μασσαλιωτική. τῆς δὲ Τροιζῆνος ταύτης λιμὴν ᾄδεται ὁ Πώγων, ὅθεν ἐπὶ τῶν ἀτρίχων τὸ γένειον καὶ ψευδομένων τὸν ἀνδρικὸν πώγωνα λέγεται παροιμιωδῶς τὸ «πλεύσειας εἰς Τροιζῆνα». [Ἱστορεῖ δὲ Ἀθήναιος Τροιζήνιον οἶνον, ὃς λέγεται, φησίν, ἀγόνους ποιεῖν τοὺς πίνοντας, λέγων καὶ περί που τὴν Ἀχαΐαν ἀμπέλου τι γένος εἶναι, ἀφ' ἧς οἶνος ἐκθλίβεται ποιῶν ἐξαμβλοῦν τὰς ἐγκύμονας γυναῖκας· κἂν τῶν βοτρύων δέ, φησί, φάγωσιν, ἐξαμβλοῦσι. Σημείωσαι δὲ ὅτι τινὰ τῶν παλαιῶν ἀντιγράφων Τροίζηνα προπαροξυτόνως ἔγραψαν, οἷς καὶ Ἡρωδιανὸς συνηγορεῖ ἐν τῷ Περὶ ταχυτῆτος καὶ δηϊοτῆτος εἰπών, ὡς ἡ Δωρὶς καὶ Αἰολὶς διάλεκτος οὐδέποτε κατὰ γενικὴν περιττοσύλλαβον τὸ ἦτα μετατιθέασιν εἰς ἄλφα, εἰ μὴ βαρύνοιτο· Ἕλλην Ἕλλαν, Τροίζην Τροίζαν· ποιμήν δὲ καὶ λιμήν οὐκ ἂν ἐροῦσι διὰ τοῦ ἄλφα, ἐπεὶ ὀξυτονεῖται· ἐπὶ μέντοι μονοσυλλάβων μετατιθέασι τὸ σφήξ καὶ μήν, σφὰξ λέγοντες καὶ μάν. σεσημείωται, φησί, τὸ ἐσθάς ὀξυνόμενον καὶ διὰ τοῦ α λεγόμενον παρὰ Πινδάρῳ ἐν Πυθιονίκαις.] Τὰς δὲ Ἠϊόνας οὐχ' εὕρομεν πάνυ περιλαλουμένας. ἑνικῶς δὲ Ἠϊὼν λέγεται πόλις Χερρονησία παρὰ Θουκυδίδῃ. ἔστι δὲ καὶ Στρυμονική. λέγεται δὲ καὶ ἑτέρα Ἠϊὼν Πιερική. ἰστέον δὲ ὅτι τὰ παλαιὰ