Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.444
Not analysed yet
διὰ τὸ μέτρον, ἀρκούντως ἠξίωται λόγου ἐν τοῖς τοῦ Περιηγητοῦ. κεῖται δὲ πλησίον Ἐπιδαύρου πρὸ τῆς Ἀττικῆς. ἔσχε δὲ τοὔνομα ἐξ Αἰγίνης τῆς Ἀσωποῦ, Οἰνώνη πρότερον καλουμένη. καὶ τόπος δέ τις, φασί, τῆς Ἐπιδαυρίας Αἴγινα ἐκαλεῖτο. διὸ πρὸς διαστολὴν ὁμωνυμίας γράφουσί τινες παρὰ τῷ ποιητῇ ἀντὶ τοῦ «οἵ τ' ἔχον Αἴγιναν» «νῆσόν τ' Αἴγιναν», ἵνα διαστείλωσι τῆς νήσου τὴν χέρσον Αἴγιναν. Ἔνδοξος δέ ποτε ἡ νῆσος Αἴγινα. Οἰνώνη δέ, φασίν, ἐκαλεῖτο πάλαι ποτὲ ὁμωνύμως δυσὶ δήμοις Ἀττικοῖς. γέγονε δὲ λαμπρὸν ἐμπόριον διὰ λυπρότητα χώρας θαλαττουργούντων ἐμπορικῶς τῶν ἐκεῖ. ἐκόπη δὲ καὶ ἀργύριον πρῶτον ὑπὸ Φειδίου ἐνταῦθα. [καὶ ἦν, φασίν, ἐξαίρετόν τι ἐν ἀργυρίοις ὁ Αἰγιναῖος ὀβολός.] Μάσης δὲ τὸν μὲν πολίτην παράγει Μασήτιον. λέγεται δέ, φασί, καὶ τρισυλλάβως ἡ Μάσητος· ἔστι δὲ καὶ κώμη Μάσητος καὶ λίμνη, φασί, καὶ νῆσος. τὸ δὲ Μάσιον τρισυλλάβως, ὡς Πάριον, ὄρος φασὶ Μεσοποταμίας περί που τὴν ἑῴαν Νίσιβιν. (v. 568) Τὸ δὲ ὀγδώκοντα κρᾶσιν ἔπαθε τοῦ ο καὶ η, οἵαν καὶ τὸ δῶμα καὶ ἡ σιωπή καὶ τὸ ἐπιβώσομαι ἀντὶ τοῦ βοήσω καὶ τὸ βωστρεῖν ἐν Ὀδυσσείᾳ καὶ τὤμισυ παρὰ Ἡσιόδῳ καὶ παρὰ Ἡροδότῳ τὸ «ἐκ τοῦ θρόνου πηδήσας ἀνέβωσε» καὶ «βωθήσαντες εἰς τὸν Ἰσθμόν» καὶ τὸ ἐπιβωτᾶν παρὰ τῷ αὐτῷ καὶ τὸ ἐννώσαντα ἀντὶ τοῦ ἐννοήσαντα καὶ τὰ ὅμοια. (v. 566 s.) Ἰστέον δὲ ὅτι τὸν πρὸ ὀλίγου ῥηθέντα Μηκιστέα Ταλαϊονίδην ὁ ποιητὴς καλεῖ ἤγουν υἱὸν Ταλαοῦ. ἔοικε δὲ διώνυμος εἶναι ὁ Ταλαὸς οὕτω τε καλούμενος, ἐξ οὗ καὶ πατρωνυμικὸν ἔσται ὁ Ταλαΐδης, καὶ Ταλαΐων, ὅθεν ὁ Ταλαϊονίδης· εἰ δέ γε μὴ διωνυμεῖ, ἀλλὰ μοναχῶς λέγεται Ταλαός, πλεονασμὸν ἔπαθε δύο συλλαβῶν ὁ Ταλαϊονίδης ἀπὸ τοῦ Ταλαοῦ γεγονώς, ὡς καὶ οἱ παλαιοί φασιν. ἡγεῖτο δὲ συμπάντων τῶν Ἀργείων ὁ Διομήδης ὡς ἄριστος. ἄλλως γάρ, ὡς μὴ ἀκραιφνὴς Ἀργεῖος καὶ ἐκ προγόνων αὐθιγενής, οὐκ ἂν προεκρίθη ἄρχειν· τὰ γὰρ ἀνέκαθεν Αἰτωλὸς ἦν. Τυδεὺς γὰρ ἐν Αἰτωλίᾳ ἐμφυλίῳ φόνῳ χρανθεὶς καὶ φυγὼν εἰς Ἄργος καὶ γήμας Δηϊπύλην, τὴν Ἀδράστου θυγατέρα, Διομήδην ποιεῖται· εἰς ὃν περιέστη τὸ τῆς βασιλείας τοῦ Ἀδράστου μέρος, ἄπαιδος τὰ πρὸς ἀρρένων τελευτήσαντος.