Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.443
Not analysed yet
Σχόλια καὶ τὰς Ὁμηρικὰς ταύτας Ἠϊόνας ἑνικῶς λεγομένας οἴδασιν, ὡς δηλοῖ ὁ εἰπών, ὅτι· ἡ δ' Ἠϊὼν οὐκ οἰκεῖται. τινὲς δὲ οἴονται αὐτὴν εἶναι τὴν Καλαύριαν· φασὶ γάρ, ὅτι ἀοίκητός ἐστιν ἡ Ἠϊὼν νομιζομένη παρά τινων ἡ Καλαύρια νῆσος εἶναι, περὶ ἧς ἐν τοῖς τοῦ Περιηγητοῦ δηλοῦται. ὁ Στράβων δέ φησιν, ὅτι Ἠϊόνες κώμη τις, ἣν ἐρημώσαντες Μυκηναῖοι ἢ Ἀθηναῖοι ναύσταθμον ἐποιήσαντο. Ἐπίδαυρος δὲ θηλυκῶς μὲν λέγεται κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, εἰπόντα, ὅτι τὸ «ἀμπελόεντα Ἐπίδαυρον» μετὰ ἀρσενικοῦ ἐπιθέτου θηλυκόν ἐστιν, ὡς καὶ τὸ «ψολόεντος ἐχίδνης» παρὰ Νικάνδρῳ καὶ τὸ «ἠμαθόεντος Πύλου» καὶ ὅσα τοιαῦτα. ἐκαλεῖτο δέ ποτε Λειμηρὴ διὰ διφθόγγου ὡς λειμῶνας ἔχουσα ἢ καὶ διὰ τοῦ ι ὡς πολυλίμενος κατὰ Ἀρτεμίδωρον, οἱονεὶ λιμενηρά τις οὖσα. ἔστι δέ, φασί, τοῦ Σαρωνικοῦ κόλπου. ἐκλήθη δὲ καὶ Μιλησία καὶ Αἱμηρὰ διὰ τὸ συχνὰ αἱμάσσεσθαι θύμασι τὸν ἐκεῖ βωμὸν τοῦ Ἀσκληπιοῦ, ὃς κατ' ἐξαίρετον ἐτιμᾶτο· εἶτα Ἐπίταυρος ὠνομάσθη καὶ ἐκεῖθεν Ἐπίδαυρος. κατὰ δὲ τὸν Γεωγράφον καὶ Ἐπίκαρον αὐτὴν οἴονταί τινες, ὡς Καρῶν αὐτήν ποτε κατασχόντων. Οὐκ ἄσημος δέ, φησίν, ἐστὶ πόλις δι' ἐπιφάνειαν Ἀσκληπιοῦ μάλιστα. κεῖται δ' ἐν μυχῷ τοῦ Σαρωνικοῦ κόλπου βλέπουσα πρὸς ἀνατολὰς θερινάς, ἐρυμνὴ φυσικῶς, πανταχόθεν περίπλουν ἔχουσα στάδια πεντεκαίδεκα· περικλείεται δὲ ὄρεσιν ὑψηλοῖς. τοῦ δ' αὐτοῦ φησιν εἶναι κόλπου καὶ τὴν προκειμένην Αἴγιναν. Τινὲς μέντοι τοῦ Μυρτῴου φασὶ τὴν Αἴγιναν. τὸ δὲ ἐν αὐτῇ Ἀσκληπιεῖον καμνόντων τε πλῆρες ἦν, φασί, καὶ πινακίων ἀνακειμένων, ἐν οἷς αἱ θεραπεῖαι ἀναγεγράφαται· φυλάσσει δὲ μέχρι καὶ νῦν τὸ ὄνομα καλουμένη Ἐπίδαυρος. ἑτέρα δέ ἐστιν αὕτη παρὰ τὴν Ἐπίδαμνον· ἐκείνη γὰρ ἑτερογραφουμένη πόλις ἐστὶν Ἰλλυρική, τὸ νῦν Δυρράχιον. ἀμπελόεσσαν δὲ λέγει Ἐπίδαυρον, ὡς τὴν Ἱστίαιαν εἶπε πολυστάφυλον, πλὴν ὅσον ἐκεῖ μὲν ἐκ τοῦ καρποῦ, ἐνταῦθα δὲ ἀπὸ τοῦ φυτοῦ τὸ ἐπίθετον εἴληπται. (v. 562) Αἴγινα δέ, ἧς ἐνταῦθα ἐκτείνεται ἡ παραλήγουσα