Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.446
Not analysed yet
ἐγράφη, ἵνα μὴ διαφωνία τις ἐνταῦθα εἴη πρὸς Ἡρόδοτον εἰπόντα, ὅτι οἰκεῖ Πελοπόννησον ἔθνη ἑπτά. (v. 569—80) Ὅτι οἳ τὰς Μυκήνας εἶχον καὶ Κόρινθον καὶ Κλεωνάς, Ὀρνειάς τε Ἀραιθυραίην τε καὶ Σικυῶνα, Ὑπερησίην τε καὶ Γονόεσσαν, Πελλήνην τε καὶ Αἴγιον, Αἰγιαλόν τ' ἀνὰ πάντα καὶ Ἑλίκην, ὑπὸ τῷ Ἀγαμέμνονι ἦσαν ἄρχοντι νηῶν ἑκατόν. ἅμα τούτῳ, φησί, πολὺ πλεῖστοι καὶ ἄριστοι λαοὶ ἕποντο. τοῦτο δὲ εἶπε διὰ τὰς ἑκατὸν νῆας, τάχα που καὶ τριήρεις οὔσας. ἐντεῦθεν δὲ καὶ εὐρυκρείων δείκνυται εἶναι. ὅτε δὲ μάθωμεν, ὅτι καὶ τοῖς Ἀρκάσιν ἑξήκοντα νῆας κενὰς ὁ αὐτὸς Ἀγαμέμνων δέδωκε, τότε πλεῖόν τι σεμνὸν ἐπ' αὐτῷ γνωσόμεθα. Ἐνταῦθα δὲ σημείωσαι, ὅτι ταὐτὸν ἡγεῖται ὁ ποιητὴς λέγειν «νῆες ἕποντο» καὶ «λαοὶ ἕποντο». εἶτα μὴ θέλων ἀπεριλάλητον ἀφεῖναι τὸν γεραρώτατον εὐρυκρείοντα ἐπάγει· «ἐν δ' αὐτὸς ἐδύσατο νώροπα χαλκὸν κυδιόων, ὅτι πᾶσι μετέπρεπεν ἡρώεσσιν, οὕνεκ' ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς». Ἐγκώμια δὲ ταῦτα βασιλέως, βραχέα μὲν τῇ περιγραφῇ, πολυειδῆ δὲ τοῖς νοήμασιν. Ὅρα δὲ ὅτι τὸ «πολὺ πλείστους ἄγε λαούς» ἐκ τοῦ ἀνωτέρω ῥηθέντος παρῴδηται, ὅπερ ἦν τὸ «ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι λαοὶ ἕποντο». καὶ νῦν μὲν οὕτως ἐν στενῷ τὸν βασιλέα ἐπαινεῖ, προϊὼν δὲ πλατύτερον καὶ λαμπρότερον. εἰδέναι δὲ χρή, ὅτι ὅσα μὲν γνῶναι ἀπὸ συναναγνώσεως κοινῆς, Ἀγαμέμνων ὁ ῥηθεὶς τῶν Μυκηνῶν λέγεται βασιλεύς. οἱ δὲ παλαιοὶ εὑρεθῆναί φασιν ἐν πολλοῖς Ἀγαμέδοντα λεγόμενον, ὥσπερ καὶ τὸν Ἀχιλλέα Ἀθηλέα καὶ τὸν Κάλχαντα Χάλκαντα. καὶ ὁ Βελλεροφόντης δέ, φασίν, Ἐλλεροφόντης ἐν τοῖς Ζηνοδότου εὕρηται, καὶ ὁ Ὀδυσσεύς δέ που Ὀλυσσεύς καὶ ἡ Ὀδύσσεια Ὀλύσσεια καὶ ὁ Ἰκάριος Ἰκάδιος. καὶ τοιαῦτα μὲν ταῦτα. Ὁ δὲ ποιητὴς μετ' ἐπιθέτων προάγει τινὰς τῶν ῥηθεισῶν πόλεων, τὰς μὲν Μυκήνας εὐκτίμενον πτολίεθρον εἰπών, τὴν δὲ Κόρινθον ἀφνειόν, ὡς καὶ εἶναι ἀμφίβολον, εἴτε τὸν ἀφνειὸν Κόρινθον χρὴ εἰπεῖν ὁμωνύμως τῷ ἥρωϊ ἀφ' οὗ καλεῖται, εἴτε Ἀττικῶς καὶ Ἰωνικῶς τὴν ἀφνειὸν Κόρινθον. τὰς δὲ Κλεωνὰς εὐκτιμένας λέγει, ἐρατεινὴν δὲ τὴν Ἀραιθυρέην, αἰπεινὴν δὲ τὴν Γονόεσσαν καὶ εὐρεῖαν τὴν Ἑλίκην. (v. 569) Τούτων δὲ ἡ μὲν Μυκήνη ἀπό τινος νύμφης, φασί, Λακωνικῆς ὠνομάσθη ἢ ἀπὸ Μυκηνέως υἱοῦ Σπάρτωνος, ἀδελφοῦ Φορωνέως, ἢ ἀπὸ μύκητος τοῦ ξίφους, ὃ ἐφόρει Περσεύς, οὗ πεσόντος, φασί, κατὰ κέλευσιν Ἑρμοῦ τὴν πόλιν ἐκεῖ ἔκτισε. μύκης δὲ κατὰ τοὺς παλαιοὺς ἡ λαβὴ τοῦ ξίφους· ἡ δὲ χρῆσις καὶ παρ' Ἡροδότῳ ἐν τῷ «καὶ τοῦ κουλεοῦ τοῦ ξίφους ὁ μύκης ἀποπίπτει». Πολυσήμαντος δὲ ἡ τοῦ μύκητος λέξις, λεγομένη οὐ μόνον ἐπὶ τοῦ ἐκ γῆς φυομένου ἐδωδίμου περιττώματος, ὃ δὴ ἀμανίτην φαμὲν κοινότερον, ἀλλὰ καὶ ἐπὶ τῆς μύξης, ἥτις