Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.447
Not analysed yet
ἀνθρακοειδὴς τῶν ἀναπτομένων ἐλλυχνίων προβέβληται, δηλοῦσα δέ, ὡς εἴρηται, καὶ τὴν τοῦ ξίφους λαβήν, ἧς αἱ Μυκῆναι παρώνυμοι. κατὰ δέ τινας Μυκήνη ἀπὸ τοῦ μυκήσασθαι τὴν Ἰῶ, βοῦν ἐκεῖ γενομένην. Λέγεται δὲ καὶ ἑνικῶς Μυκήνη καὶ πληθυντικῶς. ὁ δὲ πολίτης αὐτῆς οὐ μόνον Μυκηναῖος ἀλλὰ καὶ Μυκηνεὺς κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα. Ἐταπεινώθησαν δέ, φησί, μετὰ τὰ Τρωϊκὰ αἱ Μυκῆναι. καὶ οἱ τὸ Ἄργος ἔχοντες εἶχον καὶ Μυκήνας συντελούσας εἰς ἕν. χρόνοις δ' ὕστερον κατεσκάφησαν ὑπ' Ἀργείων, ὡς μηδ' ἴχνος εὑρίσκεσθαι τῆς Μυκηναίων πόλεως. καί πως ἔοικεν ἡ ποιητικὴ μαντικὴ τοῦτο προειπεῖν διὰ τῆς Ἥρας, ἥτις φιλτάτην, ὥς πού φησι παρ' Ὁμήρῳ, τὴν Μυκήνην ἔχουσα, ὅμως ἀφίησι πορθηθῆναι τῷ Διΐ, ὅτε ἐκεῖνος βούλοιτο. οὔκουν ζητητέον ἄρτι τὰς Μυκήνας· ὁ χρόνος γὰρ κατὰ τὸν Γεωγράφον τῶν Ὁμήρου ἠμαύρωκε τὰ πολλά, λέγοντος οὐ τὰ νῦν ἀλλὰ τὰ ἀρχαῖα. Φέρεται δὲ ἱστορία καί, ὅτι Μυκήνας Περσεὺς μὲν ἔκτισε, διεδέξατο δὲ Σθένελος, εἶτα Εὐρυσθεὺς Περσείδης καὶ αὐτὸς ὤν. ἐπεὶ δὲ συμβαλὼν Ἀθηναίοις τελευτᾷ, προϊστῶσι κατά τι λόγιον Ἀτρέα, αὐτόθι διάγοντα μετὰ τοῦ ἀδελφοῦ Θυέστου ἐπὶ τῷ φόνῳ Χρυσίππου. εὐδαιμονήσασα δὲ τὸ παλαιὸν ὕστερον ἐδυσπράγησε. μετὰ γὰρ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Ἀργεῖοι καὶ Κλεωναῖοι ἐπελθόντες καὶ Τεγεᾶται ἄρδην αὐτὰς καθεῖλον καὶ τὴν γῆν διενείμαντο. (v. 570) Ἡ Κόρινθος δὲ πόλις περιώνυμος καὶ πολλῶν αἰτία λόγων τοῖς πάλαι σοφοῖς, ἐν οἷς ἐστι καὶ Πίνδαρος, ἔσω τοῦ ἐν Πελοποννήσῳ ἰσθμοῦ κειμένη. ἐκαλεῖτο δέ, φασί, ποτε καὶ Ἐφύρα ἀπὸ Ἐφύρης τινὸς ἡρωΐνης· καὶ Ἡλιούπολις δέ, φασίν, ἐκλήθη διὰ τὸ ξηρὰ εἶναι· καὶ Πάγος δὲ ἡ αὐτή. εὐθήνησε δέ ποτε τῇ τῶν ἑταιρίδων εὐφορίᾳ. ὅθεν καὶ κορινθιάζεσθαι τὸ μαστροπεύειν ἢ ἑταιρεῖν ἀπὸ τῶν ἐν Κορίνθῳ ἑταιρῶν· ἦν δέ τι καὶ σχῆμα κιόνων Κορινθιουργὲς λεγόμενον. ἡ δὲ περὶ αὐτὴν Ἀκροκόρινθος ἐκαλεῖτο, φασί, καὶ Ἐπώπη, διότι Σίσυφος ἐκεῖ ἀφ' ὑψηλοῦ ἐπώπτευσεν, ὅπως ὑπὸ Διὸς ἡ Αἴγινα ἥρπαστο. Ἀφνειὸν δὲ Κόρινθον ὁ ποιητής φησι διὰ τὸ ἐκεῖ ἐμπόριον, κείμενον ἐπὶ τῷ ἰσθμῷ κατὰ τὸν Γεωγράφον, ὃς καὶ δυοῖν λιμένων κύριον αὐτόν φησι, δι' ὧν αἱ ἀμοιβαὶ τῶν φορτίων ῥᾴδιοι ἦσαν ἔκ τε Ἀσίας καὶ Ἰταλίας. ὑπὸ δὲ τῇ κορυφῇ τοῦ Ἀκροκορίνθου ὄρους Πειρήνη κρήνη. λαλεῖ δὲ καὶ αὐτὸς πολλὰ εἰς ταύτην τὴν Κόρινθον. ἐν οἷς καὶ ὅτι περιᾴδονται τὰ Κορινθιουργῆ χαλκώματα. σημειοῦνται δὲ οἱ παλαιοί, ὅτι τὴν Κόρινθον, ἡνίκα ἡρωϊκόν ἐστι τὸ λαλοῦν πρόσωπον, Ἐφύρην