Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.449
Not analysed yet
Γεωγράφον. ἔστι δὲ καὶ ἑτέρα μεταξὺ Κορίνθου καὶ Σικυῶνος. ταύτην δὲ ὁ τὰ Ἐθνικὰ γράψας πόλιν λέγει, οὐ κώμην. πληθυντικῶς δὲ καὶ αὗται λέγονται, ὡς καὶ αἱ Κλεωναί. γράφονται δὲ διὰ διφθόγγου αἱ Ὀρνειαί, ὡς καὶ Βρυσειαὶ καὶ Αὐγειαί. καλεῖται δὲ οὕτως ἢ ἀπὸ Ὀρνέως, υἱοῦ Ἐρεχθέως, ἢ ἀπὸ Ὀρνέας νύμφης, ἢ ὅτι ἐφ' ὕψους κεῖνται, ἢ ὁμωνύμως Ὀρνέᾳ τῷ ποταμῷ. τοῦτο δὲ καὶ ὁ Γεωγράφος φησὶ λέγων, ὅτι Ὀρνεαὶ ἐπώνυμοι τῷ παραρρέοντι ποταμῷ. ὃς καὶ ταῦτά φησιν, ὡς νῦν μὲν ἔρημοι, πρότερον δ' οἰκούμεναι καλῶς. ἐτιμᾶτο δ' ἐκεῖ Πρίαπος, ὅθεν καὶ Ὀρνεάτης ἐκαλεῖτο. κεῖνται δ' ὑπὲρ τοῦ πεδίου τοῦ τῶν Σικυωνίων. ἡ δὲ Ἀραιθυρέα καὶ Φλιοῦς, φασίν, ἐκλήθη ἀπὸ Φλιοῦντος, υἱοῦ Διονύσου. φέρεται δὲ ἐν τοῖς τοῦ Ἐθνογράφου, ὅτι Ἄραντος ἥρωος υἱὸς ἐγένετο Ἄορις καὶ θυγάτηρ Ἀραιθυρέα. τούτους Φλιάσιοι θηρατάς φασι καὶ πολεμικούς. προαποθανούσης δὲ τῆς ἀδελφῆς ἀπ' αὐτῆς ἡ χώρα ἐκλήθη. τοπικὸν αὐτῆς Ἀραιθυρεεύς. ἡ δὲ τοῦ Γεωγράφου ἱστορία φησίν, ὅτι Ἀραιθυρέα, ἡ νῦν Φλιασία, πόλις Φλιοῦντος, κειμένη μέσον Σικυωνίας, Ἀργείας, Κλεωνῶν καὶ Στυμφάλων. πόλιν δ' εἶχεν ὁμώνυμον τῇ χώρᾳ πρὸς ὄρει ὀνομαζομένῳ Κηλώσσῃ· οἱ δ' ὕστερον ἀναστάντες ἐκεῖθεν πρὸ τριάκοντα σταδίων ἔκτισαν τὴν Φλιοῦντα. (v. 572) Σικυὼν δὲ κατὰ τὸν αὐτὸν Γεωγράφον Μηκώνη πρότερον ἐκαλεῖτο, πρὸ δὲ τούτου Αἰγιαλοί. μέμνηται δὲ Μηκώνης καὶ Ἡσίοδος ἐν Θεογονίᾳ. παραρρέει δὲ τὴν Σικυωνίαν Ἀσωπὸς κατὰ τὸν Γεωγράφον, ἐκ τῆς προρρηθείσης Κηλώσσης λαμβάνων τὴν ἀρχὴν καὶ ποιῶν τὴν Ἀσωπίαν χώραν. ἕτερος δέ, φησίν, οὗτος παρὰ τὸν ῥέοντα περὶ Θήβας Ἀσωπὸν καὶ Πλαταιὰς καὶ Τάναγραν καὶ τὸν ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ καὶ τὸν ἐν τῇ Πάρῳ. καὶ ἰδοὺ τέσσαρες οὗτοι Ἀσωποὶ ποταμοὶ κατὰ τὴν γεωγραφικὴν ἱστορίαν. λέγεται δὲ καὶ θηλυκῶς καὶ ἀρσενικῶς ἡ Σικυών. ἐκλήθη δέ ποτε καὶ Τελχινία διὰ τὸ τοὺς ᾀδομένους Τελχῖνας καὶ αὐτόθι οἰκῆσαι. εὐδαίμων δὲ ἡ Σικυὼν καὶ δηλοῖ αὐτὸ καὶ παροιμία λέγουσα· «εἴη μοι τὰ μεταξὺ Κορίνθου καὶ Σικυῶνος». Ἄδραστος δὲ πρῶτα ἐμβασίλευε, φησίν, αὐτόθι, ἐπειδὴ ἐκπεσὼν Ἄργους, ὡς προερρέθη, ἐκεῖ κατέστη καὶ ὑπέταξεν αὐτοὺς οὐκ εἰωθότας, φασίν, ἄρχεσθαι. διὸ πρῶτα ἐμβασιλεύειν ἐρρέθη διὰ τὸ αὐτῷ πρώτῳ ἐκείνους ὑποταγῆναι. ἀνῴκισται δὲ κατὰ τὸν Γεωγράφον ἡ Σικυὼν ἀπὸ θαλάσσης ὀλίγα