Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.450
Not analysed yet
στάδια ἐπὶ λόφου ἐρυμνοῦ. ταύτης ἐτυράννησεν Ἄρατος, ἀνὴρ ἐπιφανέστατος, ὁ καὶ τῶν Ἀχαιῶν ἄρξας. [Ἐνταῦθα δὲ ἰστέον, ὅτι οἱ συνθέμενοι τὸ σικυήλατον φράσαι δύνανται κατὰ τὸ δαφνών καὶ ἐλαιών—ἔνθα δηλαδὴ δάφναι καὶ ἐλαῖαι—οὕτω καὶ σικυὼν περιεκτικῷ τύπῳ, ὅπου περιέχονται σικυοί, οὓς οἱ παλαιοὶ καὶ σικύους παροξυτόνως ἔγραψαν καὶ σίκυας, ὡς νέκυας.] (v. 573) Ὑπερησία δὲ πόλις, φασίν, Ἀχαΐας ἀπὸ Ὑπέρητος ὀνομασθεῖσα, υἱοῦ Λυκάονος. οἱ δὲ καλέσαντες αὐτὴν Ὑπέρειαν κακῶς εἶπον. Ὑπέρεια γάρ, φασί, πηγὴ Μεσσηΐδος καὶ πόλις Σικελική. Γονόεσσα δὲ ἀκρωτήριον Πελλήνης, ἥτις ῥηθήσεται κατωτέρω. διὸ καὶ αἰπεινὴν αὐτὴν ὁ ποιητὴς καλεῖ διὰ τὸ τῶν ἀκρωτηρίων ὑψηλὸν ὡς ἐπὶ πολύ. Γονοῦσσα μέντοι τρισυλλάβως πόλις Περραιβίας, ὥσπερ καὶ Γόννος ἐν δυσὶ ν ὁ καὶ παρὰ Λυκόφρονι. οἱ δὲ Γοννεῖς οὐδὲ αὐτοὶ Ὁμηρικοί εἰσιν, ἀλλὰ πόλις Θρᾴκης κατὰ τοὺς παλαιούς, οἱ καὶ Ἀδριανοπολῖται. (v. 574) Πελλήνη δὲ πόλις καὶ αὐτὴ Ἀχαΐας. ταύτης ἐθνικὸν Πελληνεύς καὶ Πελλήνιος· ἡ μέντοι Παλλήνη διὰ τοῦ α πόλις ἐστὶ Θρᾴκης. καὶ χερόννησος δὲ τρίγωνος ἡ καὶ Φλέγρα λεγομένη, περὶ ἣν Ἡρακλῆς τοὺς Γίγαντας κατεπολέμησεν. ὁ δὲ Γεωγράφος φησίν, ὅτι μετὰ Σικυῶνα Πελλήνη κεῖται, εἶτα Αἴγειρα δευτέρα, τρίτη Αἰγαί, ἃς καὶ Αἰγὰν λέγουσιν ἑνικῶς, Ποσειδῶνος ἱερὸν ἔχουσα. τετάρτη Βοῦρα, μεθ' ἣν Ἑλίκη, μετὰ δὲ αὐτὴν Αἴγιον καὶ Πατρεῖς, εἶτα Ὤλενος, παρ' ᾧ ποταμὸς μέγας Μέλας, εἶτα Δύμη κληθεῖσα διὰ τὸ δυσμικωτέρα κεῖσθαι. πρότερον γάρ, φασί, Στρατὸς ἐκαλεῖτο. Λέγει δὲ καί, ὅτι Πελλήνη στάδια ἑξήκοντα τῆς θαλάσσης ὑπερκειμένη φρούριον ἐρυμνόν. ἔστι δὲ καὶ κώμη Πελλήνη, ὅθεν καὶ Πελληνικαὶ χλαῖναι, ἃς ἔπαθλα ἐτίθεσαν ἐν τοῖς ἐκεῖ ἀγῶσιν, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ ἐν Ὄρνισιν. Αἴγιον δὲ πόλις Ἀχαΐας καὶ αὐτό, οὗ πολίτης Αἰγιεύς, ὡς ὁ χρησμός· «ὑμεῖς δ' Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι», τουτέστιν οὐ μόνον πρωτεῖον ἐν ἀνδρίᾳ