Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.45
Not analysed yet
τὸ νώνυμος καὶ τὰ τοιαῦτα. διὸ καὶ ψιλοῦται τὸ Ὄλυμπος· ψιλωτικοὶ γὰρ οἱ Αἰολεῖς. εἰσὶ δὲ καὶ ἕτεροι Ὄλυμποι· ἔν τε γὰρ Πελοποννήσῳ, ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ ἐγράφη, καὶ ἐν Κύπρῳ δὲ ὄρος μαστοειδὲς μεταξὺ Κιτίου καὶ Ἀμαθοῦντος Ὄλυμπος λέγεται. καὶ ἄλλη δέ τις ἀκρώρεια Κύπρου ἐκαλεῖτο οὕτως, ἐν ᾗ ναὸς Ἀκραίας Ἀφροδίτης, ἄδυτος γυναιξί. καὶ περὶ τὰς ἀκρωρείας δὲ τοῦ Ταύρου Ὄλυμπος ὄρος καὶ φρούριον, ἀφ' οὗ κατοπτεύεται πᾶσα Λυκία καὶ Παμφυλία καὶ Πισιδία κατὰ τὸν Γεωγράφον· καὶ λόφοι δέ, φησί, τῆς Ἴδης τέσσαρές τινες Ὄλυμποι ἐκαλοῦντο. ἔστι δὲ καὶ Βεβρύκων ὄρος Ὄλυμπος, οὗ ἐθνικὸν οἱ Ὀλυμπηνοί. ἦν δὲ καὶ αὐλητὴς ὀνομαζόμενος Ὄλυμπος, οὗ μέμνηται ὁ Κωμικός. [Ὅρα δὲ ὅτι Ὁμήρου Ὀλύμπια θεῶν δώματα εἰπόντος, ἐκεῖθέν πως ὁρμηθέντες οἱ ὕστερον Ὀλύμπια ὠνόμασαν τὸν ἐν Ἤλιδι μέγαν ἀγῶνα, οὐ τῷ Ὀλύμπῳ ἀλλὰ Ὀλυμπίῳ Διῒ παρονομάσαντες αὐτόν.] (v. 20) Ὅτι τὸ «παῖδα δέ μοι λύσατε φίλην, τὰ δ' ἄποινα δέχεσθε, ἁζόμενοι Διὸς υἱόν» Ἀπίων καὶ Ἡρόδωρος, ὧν βιβλίον εἰς τὰ τοῦ Ὁμήρου φέρεται, διδόασι καὶ ἀπαρεμφάτως γράφεσθαι· «παῖδα δέ μοι λῦσαί τε φίλην, τὰ δ' ἄποινα δέχεσθαι» λαμβανομένου, φασίν, ἀπὸ κοινοῦ τοῦ δοῖεν, ἵνα λέγῃ, ὅτι δοῖεν θεοὶ τήν τε παῖδα λῦσαι καὶ τὰ δῶρα λαβεῖν. τὸ δὲ ἁζόμενοι καθ' ὑπερβατόν φασιν· Ἀτρεῖδαι καὶ Ἀχαιοί, ἁζόμενοι Διὸς υἱόν. Ὅτι ἄζω μὲν τὸ ξηραίνω ψιλοῦται παρὰ τὸ α στερητικὸν καὶ τὸ ζῆν· οὐ ζῶσι γὰρ τὰ ξηρά· καὶ ἀπ' αὐτοῦ ἄζη ἐν Ὀδυσσείᾳ ἡ ξηρασία, καὶ Ἀζανία τόπος ἐν Πελοποννήσῳ οὐ πάνυ πολύϋδρος· ἅζεσθαι δὲ τὸ σέβεσθαι δασύνεται ἀπὸ τοῦ χάζω, τὸ ὑποχωρῶ. ἰστέον γὰρ ὅτι τοῖς μὲν τρισὶ ψιλοῖς συμφώνοις ψιλὸν πνεῦμα ἐπετίθετο, τοῖς δὲ τρισὶ δασέσι πνεῦμα δασύ. τοῦ τοίνυν χάζω κατὰ τὸν λόγον τοῦτον δασυνομένου, τὸ δασὺ πνεῦμα ἐναπέμεινε τῷ α μετὰ τὴν τοῦ δασέος χ ἀναχώρησιν. τοιοῦτον δέ τι, φασίν, αἴτιον καὶ τοῦ δασύνεσθαι τοῦ ἑταῖρος τὴν ἄρχουσαν ὡς ἀπὸ τοῦ ἔθους. ἑταῖρος γὰρ ὁ ἐν ἔθει τυγχάνων ἡμῖν. ἀνεπόδισεν οὖν, φασίν, ἡ τοῦ θ δασεῖα μετὰ τὴν εἰς ψιλὸν μεταβολὴν καὶ ἀναβέβηκεν εἰς τὴν ἄρχουσαν. [Ὅτι φύσει μὲν ἑκαβόλος ἐστὶν Ἀπόλλων ὡς ἑκὰς βάλλων· πρόνοια δὲ μετρικὴ δακτυλικὴ ἔτρεψεν αὐτὸν εἰς ἑκηβόλον. οὕτω δὲ σὺν μυρίοις ἄλλοις καὶ ἡ ἐλαφοβόλος Ἄρτεμις ἐλαφηβόλος ἐστίν.] (v. 22) Ὅτι εὐφημεῖν παρὰ τῷ ποιητῇ, ὡς καὶ ἀλλαχοῦ φανεῖται, οὐκ αὐτόχρημα τὸ ἐπαινεῖν, ἀλλὰ τὸ ἐνθεαστικῶς ἀγαθὰ λέγειν. διὸ ἐνταῦθα εἰπών «ἐπευφήμησαν πάντες Ἀχαιοί» ἐπάγει τί ἦν τὸ ἐπευφήμησαν «αἰδεῖσθαί τε