Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.44
Not analysed yet
πιθανῶς τὸν τόνον τῆς ταχυτῆτος καὶ τῆς δηϊοτῆτος λέγει, ὅτι τὰ εἰς σ λήγοντα μετὰ μακρᾶς, ἡνίκα ὀξύνονται, τὴν παραλήγουσαν ἔχει ἐκτεινομένην· κνημίς· ψηφίς· γλωχίς· αἰδώς· ἠώς. διὸ καὶ ἡ ἕως βαρυτονηθεῖσα συνέστειλε τὴν παραλήγουσαν. οὐκοῦν καὶ ἡ ταχυτής, φησί, καὶ ἡ δηϊοτής, εἰ ὠξύνοντο, βραχυπαραληκτεῖν εἶχον ἄν.] (v. 18) Ὅτι ὁ Χρύσης ἢ κολακεύων τοὺς Ἕλληνας εὔχεται κατὰ τῶν ὁμοεθνῶν Τρώων ἢ καὶ ἐνδιαθέτως, ὡς δι' ἐκείνους ἀποστερηθεὶς τῆς παιδός. εἰ γὰρ μὴ Ἀλέξανδρος ἥρπασεν, οὐκ ἂν ἡ παῖς ᾐχμαλώτιστο. διὸ οὐ μόνον ἐκπορθῆσαι αὐτοὺς εὔχεται τὴν τοῦ Πριάμου πόλιν, ἀλλὰ προσεπεύχεται καὶ εὖ οἴκαδε ἱκέσθαι αὐτούς, οἷα μαντικῶς εἰδὼς ὡς κακὰ ἐν τῷ νόστῳ πείσονται. σύντομος δὲ τῷ Χρύσῃ ἡ δημηγορία μόνων γινομένῳ τῶν καιρίων. οὐ γὰρ ἐπέτρεπεν αὐτῷ ἡ συστολὴ πλείω δημηγορεῖν, ὅσγε καὶ ἀπειλῆς ἀκούσας ἔδεισε καὶ οὐκέτι οὐδὲν οὐδ' ὅλως ἐλάλησε. πόλιν δὲ Πριάμου τὴν Τροίαν λέγει, ἐπεὶ καὶ κατὰ τὴν τραγῳδίαν «τοῦ κρατοῦντος ἡ πόλις νομίζεται». Ὅτι δὲ ὁ Πρίαμος παρὰ τὸ πρίασθαι λέγεται, ἱστορεῖ καὶ Λυκόφρων. ὅτε γάρ ποτε ἡ Τροία ἑάλω ὑφ' Ἡρακλέος, πριαμένη αὐτὸν Ἡσιόνη ἡ ἀδελφὴ καλύπτρας γυναικείας, αὐτὴ μὲν ἀπῆλθεν αἰχμάλωτος ὑπὸ Τελαμῶνι οὖσα, τὸν δὲ ἀδελφὸν ἀφῆκε ζώπυρον γένους ἐκεῖ ἔχοντα ἐπ' ὀνόματος τὸ τοῦ πρίασθαι ὄνειδος, ἐξ οὗ καὶ μετωνομάσθη Πρίαμος Ποδάρκης πρώην καλούμενος. [Ἰστέον δὲ ὅτι ἡ ἀρχὴ τῆς τοῦ Χρύσου δημηγορίας τὸ «ὑμῖν μὲν θεοὶ δοῖεν» συνίζησιν ἔχει τοῦ ε καὶ οι ἐν τῷ «θεοί» καὶ λογίζεται ποὺς εἷς μακρὸς ἐκ βραχείας συλλαβῆς καὶ μακρᾶς εἰς μίαν μακρὰν πρὸς ἀπαρτισμὸν σπονδείου ποδός. οὗ ἀνάπαλιν γίνεται ἐν τῷ «οἶδ' ἀρετὴν οἷός ἐσσι». ἐκεῖ γὰρ μακρὰ συλλαβὴ καὶ βραχεῖα τὸ οι καὶ τὸ ος ἀντὶ μιᾶς εἰσι μακρᾶς. λέγονται δὲ καὶ οὗτοι οἱ στίχοι προκοίλιοι. τοῦ δὲ δοῖεν πρῶτον πρόσωπον τὸ δοίημεν, οὗ συγκοπέντος καὶ ἀπελθόντος τοῦ μ τὸ δοῖεν γίνεται.] Ὅτι Ὄλυμπος παρὰ τῷ ποιητῇ ὄρος Μακεδονίας ἢ καθ' Ἡρόδοτον Θετταλίας ὑψηλότατον, θεῶν οἰκητήριον, κατὰ μύθου ἄδειαν θελήσαντος ὡς ἀνθρωποπαθέσιν αὐτοῖς καὶ τόπον τινὰ ἐξαίρετον δοῦναι εἰς ἀνθρωπικωτέραν διαγωγήν. ὅθεν καὶ Ὀλύμπιοι λέγονται. ἡ δὲ ἀλληγορία Ὄλυμπον τὸν οὐρανὸν λέγει ὡς οἷον ὁλόλαμπον. καὶ τάχα διὰ τοῦτο ὁ μῦθος οὐκ ἄλλο τι ὄρος αὐτοῖς ἔδωκεν, ἀλλὰ τὸν Ὄλυμπον διὰ τὸ ἔχειν δηλαδὴ συμβιβάζεσθαι εἰς τὸν λαμπρὸν οὐρανὸν τῇ ἀναπτύξει τοῦ ὀνόματος. ἔοικε δὲ ἐκ τοῦ ὁλόλαμπος συγκοπῆναι μὲν ἡ λα συλλαβή, τραπῆναι δὲ τὸ δεύτερον ο εἰς υ Αἰολικῶς, ὡς τὸ ὄνομα ὄνυμα, ἐξ οὗ καὶ τὸ ὀνυμαίνω καὶ