Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.452
Not analysed yet
τε Μέσσην τε καὶ Βρυσειὰς καὶ Αὐγειὰς καὶ Ἀμύκλας καὶ Ἕλος καὶ Λάαν καὶ Οἴτυλον ὑπὸ τῷ Μενελάῳ ἦσαν, ὃς νεῶν ἦρχεν ἑξήκοντα. ἑλόμενος δὲ ὁ ποιητὴς δαπανῆσαί τι ἐπαίνου καὶ εἰς αὐτόν, καθὰ καὶ εἰς τὸν ἀδελφὸν Ἀγαμέμνονα, ᾧ καὶ συνέταξε τοῦτον ἐπίτηδες, λέγει ὅτι καὶ αὐτὸς προῄει «ᾗσι», τουτέστι ταῖς ἑαυτοῦ, «προθυμίαις πεποιθὼς ὀτρύνων πόλεμόνδε· μάλιστα δὲ ἵετο θυμὸς τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε», ἤγουν ἐκδικῆσαι, ὡς καὶ προείρηται ὑπὸ Νέστορος, τὴν ἐξ ἀρχῆς ἁρπαγιμαίαν αὐτῆς ὁρμὴν καὶ τὸν ὕστερον μετάμελον. Πολλαχοῦ γὰρ ὁ ποιητὴς στενάζουσαν αὐτὴν ποιεῖ ἐφ' οἷς ἡρπάγη καὶ μετάμελον τιθεμένην, ὃς δὴ ἀκεῖται πᾶν ἁμάρτημα. Τὸ δὲ «προθυμίαις πεποιθώς» ἐκτείνει μὲν διὰ μέτρου ἀνάγκην τὸ ἐν τῇ παραληγούσῃ δίχρονον τοῦ «προθυμίαις». οὔτε δὲ ἀνδρεῖον παραδείκνυσι τὸν Μενέλαον καὶ ἀφορμὴν δὲ δίδωσι τῇ παραβολῇ, ἐν ᾗ μυίας θάρσος αὐτὸν ἔχειν ὁ ποιητὴς ἐρεῖ. Ἱστοροῦσι δὲ οἱ παλαιοὶ περὶ τῆς Μενελάου ἀρχῆς ταῦτα. Οἴβαλος, υἱὸς Περιήρους, ἦρχε Λακεδαιμονίων, οὗ παῖδες Τυνδάρεως ἢ Τυνδάρης καὶ Ἴκαρος καὶ Ἄρνη, γνήσιοι οὗτοι, νόθος δὲ Ἱπποθόων, ὃς συμφραξάμενος Ἰκάρῳ Τυνδάρην ἀπελαύνει καὶ ἄρχει πολλοῖς πλήθων υἱοῖς. Ἡρακλῆς δὲ μετὰ τὴν ἐν τῇ Πύλῳ μάχην θύσων εἰς Ἀμύκλας ἔρχεται κατὰ χρησμόν. Οἰωνοῦ δέ, υἱοῦ Λικυμνίου, προελθόντος ἐπὶ θέαν Λακεδαίμονος—θεράπων δὲ ἦν ὁ Οἰωνὸς ἑταῖρος τῷ Ἡρακλεῖ—ἀναιροῦσιν αὐτὸν οἱ Ἱπποθοωντίδαι θανάτου κυνὸς ἕνεκα, ἐφ' οἷς Ἡρακλῆς ἅμα τῷ πατρὶ κατακτείνας αὐτοὺς τὴν ἀρχὴν τῷ Τυνδάρῃ δίδωσι καὶ τοῖς παισί, Κάστορι δηλαδὴ καὶ Πολυδεύκει, ὧν μὴ στρατευσάντων Μενέλαος ἄρχει. καὶ τοῦτο μὲν τοιοῦτον. Τῶν δὲ ῥηθέντων τόπων τὴν μὲν Λακεδαίμονα κοίλην λέγει, ὡς καὶ ἐν τῇ Ὀδυσσείᾳ, δι' ὃν λόγον καὶ Συρία κοίλη λέγεται· περιέχεται γὰρ ὑπὸ τοῦ Ταϋγέτου καὶ τοῦ Παρθενίου ὄρους ἡ Λακεδαίμων. τὴν δ' αὐτὴν καὶ κητώεσσαν καλεῖ ὡς καὶ ἐν Ὀδυσσείᾳ· τὴν δὲ Μέσσην πολυτρήρωνα, ὡς καὶ πρὸ τούτων τὴν Θίσβην· τὰς δὲ Αὐγειὰς ἐρατεινὰς διὰ τὸ καλὸν τοῦ τόπου, ὡς ἔοικε· τὸ δὲ Ἕλος ἔφαλον πτολίεθρον, ὡς καὶ τὴν Κήρινθον πρὸ ὀλίγων ἔφαλον εἶπεν. ἡ δὲ κατὰ μέρος θεωρία τῶν ῥηθεισῶν πόλεων ὡς ἐν συνόψει τοιαύτη τίς ἐστιν. (v. 581) Ἡ μὲν Λακεδαίμων ἀπὸ Λακεδαίμονος ὠνόμασται, οὗ υἱὸς Ἀμύκλας, ἢ διότι συνθέμενοι κλήρῳ διανείμασθαι τὴν χώραν Ἡρακλεῖδαι ἐποίησαν οὕτω καὶ