Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.453
Not analysed yet
ὁ λαχὼν πρῶτος λαβὼν ταύτην ἐκάλεσεν ἀπὸ τοῦ πράγματος, ὅθεν Λαβεδαίμων ἢ Λαχεδαίμων, διότι ἀγαθῷ δαίμονι, τουτέστι τύχῃ, ταύτην ἔλαβεν ὁ λαβὼν ἢ ἔλαχεν ὁ λαχών, καὶ τροπῇ τοῦ βῆτα ἢ τοῦ χῖ εἰς κ Λακεδαίμων. λέγεται δέ, φασί, Λακεδαίμων καὶ ἡ χώρα καὶ ἡ πόλις· ἡ μὲν χώρα ἐν τῷ «τά οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας», ἡ δὲ πόλις ἐν τῷ «οἳ δ' ἷξον κοίλην Λακεδαίμονα» πρὸς δώματα Μενελάου. καὶ ὅτε γοῦν τις ἀκούσει τὴν Λακεδαίμονα ἑκατόμπολιν εἶναι, τὴν χώραν νοήσει. σαφέστερον δὲ καὶ ἀκριβέστερον ὁ Γεωγράφος φησίν, ὅτι ἡ Λακωνικὴ τὸ παλαιὸν μὲν ἑκατόμπολις καὶ τὰ Ἑκατόμβαια διὰ τοῦτο ἐθύετο ἐκεῖ κατ' ἔτος. νῦν δέ, φησί, πολίχναι τινές εἰσι τριάκοντα τὸν ἀριθμόν. ἐκαλεῖτο δὲ καὶ Ἀχαϊκὸν Ἄργος οὐ μόνον ἡ Πελοπόννησος ὅλη ἀλλὰ καὶ ἰδίως ἡ Λακωνική, ὡς δηλοῖ τὸ «ἢ Μενέλαος οὐκ Ἄργεος ἦεν Ἀχαϊκοῦ», ἤγουν οὐκ ἦν ἐν τῇ Λακωνικῇ. Εἰ δὲ καὶ ἀτείχιστος κατὰ παλαιὰν ἱστορίαν ᾠκεῖτο ἡ Λακεδαίμων, πῶς ἂν πόλις λέγοιτο; κώμη γὰρ μᾶλλον λέγεσθαι ὤφειλεν. οἱ δὲ περὶ Σπάρτης τοῦτό φασιν. Ἱστορεῖται δὲ ὅτι Λακεδαιμόνιοι λάμβδα ἐπὶ ταῖς ἀσπίσιν αὐτῶν εἰς παράσημον ἔγραφον ἐκ τοῦ κατάρχοντος στοιχείου χαρακτηρίζοντες ἑαυτούς, ὥσπερ οἱ Μεσσήνιοι, πλησιόχωροι ὄντες αὐτοῖς καὶ πολέμιοι τὸ μῦ. Εὔπολις· «ἐξεπλάγην γὰρ ἰδὼν στίλβοντα τὰ λάμβδα», ἤγουν τὰς Λακωνικὰς ἀσπίδας. θαυμάζουσι δὲ οἱ παλαιοί, ὅπως οὐδέν τι θαυμαστὸν περὶ Λακεδαίμονος εἶπεν ὁ ποιητής, καὶ λέγουσι πρὸς ἄλλοις καὶ τοῦτο, ὅτι οὔπω ἦσαν ὑπὸ Λυκούργου πεπαιδευμένοι οἱ Λάκωνες, ὡς ἔχειν τι πολλοῦ λόγου ἄξιον. ἔστι δὲ καὶ Κυπρία Λακεδαίμων. ἐθνικὸν Λακεδαιμόνιος καὶ συγκοπῇ Λάκων, ὡς καὶ τοῦ Κυδωνιᾶται συγκέκοπται τὸ Κύδωνες ἐν τῇ Ὀδυσσείᾳ. τοῦτο δὲ τοῖς ἀκριβεστέροις οὐκ εὐηρέστηται. τινὲς δὲ ὑποκοριστικὸν εἶπον τὸ Λάκων, οὗ θηλυκὸν Λάκαινα, κτητικὸν Λακωνική. ἔστι δὲ καὶ κλεὶς Λακωνική, καινοτέρα τις, καὶ εἶδος δὲ ὑποδήματος καὶ ὀρχήσεως εἶδος καὶ μάστιγες Λακωνικαὶ καὶ σιδήριον Λακωνικόν· τῶν γὰρ στομωμάτων, φασί, τὸ μὲν Χαλυβδικόν, τὸ δὲ Σινωπικόν, τὸ δὲ Λύδιον, τὸ δὲ Λακωνικόν. καὶ Σινωπικὸν μὲν καὶ Χαλυβδικὸν χρήσιμον εἰς τὰ τεκτονικά, Λακωνικὸν δὲ εἰς ῥίνας καὶ σιδηροτρύπανα καὶ χαρακτῆρας καὶ λιθουργικά, τὸ δὲ Λύδιον εἰς ῥίνας καὶ αὐτὸ καὶ μαχαίρας καὶ ξυρία καὶ ξυστῆρας. οὕτω Δαΐμαχος ἐν πολιορκητικοῖς