Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.467
Not analysed yet
ἐθνικόν. (v. 607) Τῆς δὲ Τεγέας γνώρισμα ὁ Στράβων τοιοῦτόν φησι. Κεγχρεαὶ κεῖνται ἐπὶ τῇ ὁδῷ τῇ ἐκ Τεγέας εἰς Ἄργος διὰ τοῦ Παρθενίου ὄρους. λέγει δὲ καί, ὅτι ἡ Τεγέα μετρίως συμμένει. εὐδαίμων δὲ ὁ Τεγεατικὸς τόπος· διὸ καὶ παροιμία ἐντεῦθεν «εὐδαίμων ὁ Κορίνθιος, ἐγὼ δ' εἴην Τεγεάτης». τῷ μέντοι Γεωγράφῳ ἀρέσκει Τενεάτης ἐνταῦθα γράφεσθαι ἀπὸ Τενέας κώμης, φησί, Κορινθίας, ἐν ᾗ Τενεάτου Ἀπόλλωνος ἱερόν. λέγει δὲ ὁ αὐτὸς καί, ὅτι Τεγεάταις ὅμοροι Κυπαρισσεῖς· ἄμφω δὲ τὰ χωρία ταῦτα Καύκωνες κατεῖχον· καὶ ὅτι ἐν τῇ Λεπρεάτιδι Καύκωνός ἐστι μνῆμα καὶ ὅτι ἐν τῇ Δυμαίᾳ ποταμὸς Καύκων θηλυκῶς. πολὺς δὲ ὁ περὶ Καυκώνων λόγος καὶ μέμνηται μὲν αὐτῶν καὶ ἡ Ὀδύσσεια καὶ ἐν τοῖς ἑξῆς δὲ μνήμη τις ἔσται αὐτῶν. ἔστι δέ, φασί, καὶ Κρητικὴ Τεγέα, ὑπὸ Ταλθυβίου κτισθεῖσα. μέμνηνται δὲ Τεγέας καὶ χρησμοί, ἐν οἷς καὶ οὗτος· «Ἀρκαδίην μ' αἰτεῖς. μέγα μ' αἰτεῖς, οὔτοι δώσω. πολλοὶ ἐν Ἀρκαδίῃ βαλανηφάγοι ἄνδρες ἔασιν, οἵ σ' ἀποκωλύσουσιν. ἐγὼ δέ τοι οὔτι μεγαίρω. δώσω τοι Τεγέην» καὶ τὸ ἑξῆς. ἡ δὲ Μαντίνεια Μαντινέη μὲν παρ' Ὁμήρῳ Ἰωνικῶς. εὕρηται δέ, φασί, καὶ Μαντίνη κατὰ συναλιφήν, ὡς Ζέλεια Ζέλη. ὠνόμασται δὲ ἀπὸ Μαντίνου, υἱοῦ Λυκάονος. ἐρατεινὴν δὲ αὐτὴν ὁ ποιητὴς λέγει, διότι πεδιάς ἐστι καὶ πολυάμπελος. συνῴκιστο δὲ κατὰ τὸν Γεωγράφον ὑπὸ Ἀργείων ἐκ πέντε δήμων, ὡς ἡ πρὸ βραχέων ῥηθεῖσα Τεγέα ἐξ ἐννέα. πεποίηκε δὲ τὴν Μαντίνειαν ἔνδοξον Ἐπαμεινώνδας νικήσας αὐτόθι τοὺς Λακεδαιμονίους μάχῃ, ἐν ᾗ καὶ αὐτὸς ἐτελεύτα. δοκεῖ δὲ παρῆχθαι ἐκ τοῦ Μαντίνα ἡ Μαντίνεια, ὡς ἐκ τοῦ Ἀπάμα ἡ Ἀπάμεια. Καὶ εὕρηται ἡ Μαντίνα ἐν χρήσει ἐπὶ ἄλλης πόλεως, ὡς δηλοῖ ὁ ἱστορήσας, ὅτι Μαντίνα πόλις Ῥωμαίων, ἐξ ἧς Βιργίλιος ὁ