Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.466
Not analysed yet
ὡς καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ γέγραπται. οὕτω δὲ καὶ τὸ «Φιλοκτήτην Ποιάντιον υἱόν» κτητικὸν μέν, οὐ παραλήγεται δὲ διφθόγγῳ κατὰ τὴν ἀναλογίαν, ἀλλὰ τὴν διὰ τοῦ ι καὶ αὐτὸ γραφὴν ἀπείληχε διὰ τὸν δάκτυλον· ὁμοίως καὶ τὸ ἱππιοχάρμης τῷ λόγῳ τούτῳ ἔχει διὰ διχρόνου τὴν ἀπ' ἀρχῆς δευτέραν συλλαβήν· ἄλλως γάρ, ὡς ἀπὸ κτητικοῦ τοῦ ἵππειος, διὰ διφθόγγου ὤφειλε γράφεσθαι. (v. 605) Φενεὸς δέ, κατὰ τὸν ἀναγραψάμενον τὰ Ἐθνικά, πόλις Ἀζανίας. μερὶς δὲ Ἀρκαδίας οἱ Ἀζᾶνες. λέγεται δέ, φησί, καὶ ἀρσενικῶς ὁ Φενεὸς καὶ θηλυκῶς ἡ Φενεός· κεῖται δὲ ὑπὸ τὸ ὄρος τὴν Κυλλήνην. ὁ δὲ Γεωγράφος λέγει, ὅτι περὶ ταύτην Στυγὸς ὕδωρ, λιβάδιον, φησίν, ὀλεθρίου ὕδατος, νομιζόμενον ἱερόν. Ἡρόδοτος δέ φησιν, ὅτι Νώνακρις πόλις Ἀρκαδίας, ἔνθα λέγεται εἶναι τὸ τῆς Στυγὸς ὕδωρ, ὀλίγον φαινόμενον, στάζον ἐκ πέτρας εἰς ἄγκος. καὶ σημείωσαι ὅτι οὐ διαφωνοῦσιν αἱ ἱστορίαι. Ἀρκαδικὴ γὰρ μοῖρα καὶ ἡ Ἀζανία καὶ ὁ Φενεὸς καὶ ἡ Νώνακρις. ἔσται δὲ μνήμη τις Φενεοῦ καὶ μετ' ὀλίγα ἐν τῷ περὶ Ῥίπης καὶ Στρατίης. Ὁ δὲ ῥηθεὶς Ὀρχομενὸς πολύμηλος λέγεται πρὸς διαστολὴν τῶν προρρηθέντων μετὰ τὸν Βοιώτιον κατάλογον. καὶ τοῦτό ἐστιν, ὡς καὶ προερρέθη, τὸ ἐπίσημον τοῦ Ἀρκαδικοῦ Ὀρχομενοῦ, τὸ πολύμηλον. δηλοῖ δὲ ὁ πολύμηλος τὸν πολυθρέμμονα, ὥσπερ καὶ προϊὼν τὴν Ἴτωνα μητέρα μήλων ἐρεῖ, τουτέστι θρεμμάτων. καὶ Ἴφικλον δέ τινα πολύμηλον, τουτέστι πολύζῳον, ὡς ἀπὸ μέρους ἑνὸς ἤτοι τῶν μήλων, ὃ δηλοῖ προβάτων· ἄλλως γὰρ ὁ Ἴφικλος οὐκ ἐπὶ μήλοις ἀλλ' ἐπὶ κτήσει βοῶν ἐθαυμάζετο. (v. 606) Ῥίπη δέ, ὥσπερ καὶ ἡ μετ' αὐτὴν Στρατίη, βαρυτόνως λέγονται πρὸς διαστολὴν τῆς ῥιπῆς, ὃ δηλοῖ τὴν ὁρμήν, καὶ τῆς στρατιᾶς τοῦ λαοῦ. τάχα δὲ καὶ πληθυντικῶς λέγεται Ῥίπαι, ἐὰν ὁ Στράβων περὶ ταύτης λέγῃ, ὅτι Ῥίπαι οὐκ οἰκοῦνται. τὴν δὲ χώραν Ῥιπίδα καλοῦσιν. ἀλλαχοῦ δὲ σαφέστατά φησιν, ὅτι Ῥίπην Στρατίην τε καὶ Ἐνίσπην εὑρεῖν τε χαλεπὸν καὶ εὑροῦσιν οὐδὲν ὄφελος διὰ τὴν ἐρημίαν. καὶ Ὀρχομενὸς δὲ καὶ Στύμφαλος καὶ Φενεός, φησίν, ἢ οὐκέτι εἰσὶν ἢ μόλις αὐτῶν ἴχνη φαίνεται καὶ σημεῖα. ἐθνικὸν ταύτης Ῥιπαῖος. τῆς δὲ Στρατίης, ἥτις ἀπὸ ἡρωΐδος οὕτω καλεῖται, Στρατιεύς ὁ πολίτης καὶ Στρατιάτης· Στράτιον μέντοι πόλις Ἀκαρνάνων, οὗ πολίτης Στρατιώτης καὶ Στράτιος. τῆς δὲ Ἐνίσπης, ἣν ἠνεμόεσσαν λέγει ὡς ἐπὶ ὀρῶν κειμένην, Ἐνισπαῖος τὸ