Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.47
Not analysed yet
»ἔγρετο δὲ Ζεύς», ὀφείλω ὄφλω· ἵνα εἴη οὕτω καὶ δαγκάνω δάκνω. αὐτὸς μέντοι ἐκ τοῦ δήκω πεποιῆσθαί φησι τοῦτο δυσὶ διαλέκτοις, Δωρίδι καὶ Ἰάδι. οἵ τε γὰρ Δωριεῖς προστιθέασι, φησί, τὸ νῦ, οἵ τε Ἴωνες βραχύνουσι τὸ η διὰ τοῦ α, ὡς καὶ ἡ μεσημβρία δηλοῖ καὶ ἡ πάρη ἤγουν ἡ πήρη καὶ τὸ λελακυῖα καὶ μεμακυῖα. καὶ τοιοῦτον μὲν τοῦτο. εἰ δὲ τὰ προρρηθέντα ἐξ ὑποτακτικῶν κατά τινας γίνονται τοῦ ἅδω, λάθω, μάθω, λάχω, δάκω, εἴη ἂν αὐτοῖς ὅμοια καὶ τὸ φύγω φυγγάνω, τύχω τυγχάνω, θίγω θιγγάνω, ἐρύγω ἐρυγγάνω, πάθω πανθάνω. Ὅτι δύο εἴδη τοῦ ὑπερβατοῦ σχήματος. τὸ μὲν γάρ ἐστιν ἐννοίας διακοπὴ οἷον· ὁ Ἀγαμέμνων, βασιλεὺς δὲ ἦν Ἑλλήνων, ἐραστὴς γέγονε Χρυσηΐδος. τὸ δὲ ἕτερον, [ὃ οὐδὲ κυρίως ὑπερβατόν ἐστιν, ὡς ἐν τοῖς ἑξῆς που τεχνολογηθήσεται], ἐν διακοπῇ λέξεως θεωρεῖται, οἷον «λέων κατὰ ταῦρον ἐδηδώς», ἤγουν λέων καταφαγὼν ταῦρον, καὶ «διὰ τάφρον ἔβησαν», ἤγουν διέβησαν τὴν τάφρον, καὶ ἐνταῦθα (v. 25) τὸ «κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλεν» ἤγουν ἐπέτελλε λόγον κρατερόν. ἐπιτέλλειν δέ φησι τὸ προστάσσειν καὶ ἐντέλλεσθαι, ὅπερ καὶ παθητικῶς λέγεται ἐν τῷ «μή μοι ταῦτ' ἐπιτέλλεο». ἐξ αὐτοῦ δὲ προσθέσει τοῦ σ παρ' Αἰσχύλῳ ἐπιστολὴ ἡ ἐντολή. Ὅτι δὲ τὸ ἐπιτέλλειν καὶ τὸ ἐπιτέλλεσθαι καὶ ἐπὶ ἀστέρων λέγεται καὶ ἐπιτολὴ ἡ τούτων πρὸ τοῦ ἡλίου ἀνατολή, δηλοῦσιν οἱ παλαιοί. Κρατερὸν δὲ μῦθον τὸν μετὰ ἀπειλῆς λέγει λόγον. ἀλλαχοῦ δὲ τὸν αὐτὸν ἀπηνέα τέ φησι κρατερόν τε. οἱ δὲ μεθ' Ὅμηρον καὶ Κρατερὸν ἱστοροῦσι κύριον ὄνομα. Ἀρριανὸς δὲ ἐπὶ νικητοῦ τὴν λέξιν τίθησιν, οἷον «ὁ δεῖνα κρατερὸς τοῦ δεῖνος γέγονεν». [Ἰστέον δὲ ὡς δοκεῖ ταὐτὸν εἶναι κρατερός εἰπεῖν καθ' Ὅμηρον καὶ αὖ πάλιν κραταιός· ὅθεν καὶ ἡ ἐν Ὀδυσσείᾳ μυθικὴ Κράταιϊς. γίνεται δὲ ὁ μὲν κρατερὸς παρὰ τὸ κράτος, καθὰ ὁ καρτερὸς ἐκ τοῦ κάρτος. ὁ δὲ κραταιὸς ἢ παρὰ τὸ κρᾶτα, ὃ δηλοῖ τὴν κεφαλήν, κραταὸς καὶ πλεονασμῷ τοῦ ι κραταιός, ὁ ἐν ἑαυτῷ κεφαλαιῶν τὸ πᾶν· ἢ παρὰ τὸ κρατύς, οἷον «κρατὺς Ἀργεϊφόντης», οὗ γενικὴ κρατέος, καὶ παράγωγον ὁ κρατειὸς καὶ ὡς εἴθε αἴθε, οὕτω κρατειὸς κραταιός.] Σημείωσαι δὲ ὅτι μῦθον αἰεὶ ὁ ποιητὴς ἁπλῶς τὸν λόγον φησί· τὸ δὲ ἐπὶ ψευδοῦς λόγου τεθῆναι αὐτὸν τῶν ὑστέρων ἐστί. παραμένει δὲ καὶ μέχρι νῦν ἡ Ὁμηρικὴ χρῆσις ἔν τε ταῖς παραμυθίαις καὶ τοῖς παραμυθητικοῖς λόγοις. ὁ μέντοι λόγος ἦν ὅτε τὴν τῆς παρ' ἡμῖν ψευδομυθίας