Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.48
Not analysed yet
τάξιν εἶχεν, ὡς ὅτε τὸν Αἴσωπον λογοποιὸν ἀκούομεν ἀντὶ τοῦ μυθογράφον. παρὰ δὲ τοῖς ὕστερον ὁ μὲν μῦθος εἰς ψευδολογίαν ἔρριπται, ὁ δὲ λόγος ἐπὶ τῆς ὁσημέραι ἀνθρωπίνης ὁμιλίας τίθεται. οὕτω καὶ τὸ εὐφημεῖν ἄλλως νῦν ἤπερ ἐπὶ Ὁμήρου λέγεται· καὶ ἄλλα δὲ μυρία τῆς ἀρχαίας ἐνήλλακται χρήσεως. παντουργὸς γὰρ πάλαι μὲν ὁ πανοῦργος, ὡς καὶ παρὰ Σοφοκλεῖ, νῦν δὲ θεία ἐστὶν ἡ λέξις. καὶ ἡ συμφορὰ δὲ μέση οὖσα λέξις καὶ τιθεμένη ποτὲ καὶ ἐπὶ συμφέροντος, νῦν κακὸν μόνον δηλοῖ. ὁ τύραννος, τὸ βασιλικόν ποτε ὄνομα, βλασφημεῖται νῦν. ἐλέγετο ἐξαίσιον καὶ ἔκδικον τὸ ἔξω τοῦ αἰσίου καὶ δικαίου· νῦν δὲ ἀγαθολογοῦνται. χυδαῖοι οἱ πεπληθυσμένοι, νῦν δὲ οἱ οὐδαμινοί. πολλοστός οὐχ', ὡς πάλαι, ὁ πολὺς καὶ ἔνδοξος, ἀλλὰ ὁ τὸ μηδέν. ὠμός οὐχ' ὁ στερρὸς καὶ ἀνένδοτος, ἀλλ' ἐπὶ φαυλότητος νῦν. ὁ ἀνόσιος νῦν μὲν οἴδαμεν τί λέγει· πάλαι δέ ποτε ἐδήλου τὸν ἄταφον. οὕτω καὶ καθωσιωμένος ἀρχῆθεν μὲν ὁ ὅσιος, οἱ δὲ ὕστερον ἄλλως φασίν. [Ἰστέον δὲ ὡς τὸ «ἀλλ' οὐκ Ἀτρείδῃ ἥνδανε θυμῷ», ἤγουν ἀντιπτωτικῶς τῇ τοῦ Ἀτρείδου ψυχῇ, καὶ τὸ «κρατερὸν δ' ἐπὶ μῦθον ἔτελλε» διὰ τοῦ ἀναγραμματισμοῦ τοῦ ἐμφαινομένου ἐν τῷ θυμός καὶ μῦθος ὡς ψευδοπαρήχησιν ποιοῦσι, ὁποία σημειωθήσεται ἐν τοῖς ἑξῆς.] (v. 29) Ὅτι ὁ περί τινος μέλλοντος λέγων ἢ γράφων ποτὲ μὲν καιρόν τινα τίθησι, μεθ' ὃν ἐλπὶς ἔσται τελεσθῆναι τὸ πρᾶγμα, ποτὲ δὲ τοιοῦτον μέλλοντα καιρὸν ὑποτίθεται, μεθ' ὃν οὐκέτι ὅλως ἔσται τὸ πρᾶγμα. [ὃ καὶ ἔστιν εἰπεῖν ὑπόσχεσιν ἀπαρνητικὴν ἢ κατάθεσιν ἀτελεσφόρητον], οἷον· ὁ μὲν εἰπών, ὅτι οὐ παύσομαι ὀχλῶν, ἕως ἂν ἀνύσω τὸ σπουδαζόμενον, καιρὸν ἔθετό τινα ἐν τῷ μέλλοντι, καθ' ὃν παύσεται τοῦ ὀχλεῖν. ὁ δὲ εἰπών «οὐκ ἂν ἀποκριθείην σοι, ἄχρις ἂν ἐκτεμεῖς μου τὴν γλῶσσαν» τοιοῦτον καιρὸν ὑπέθετο μέλλοντος, οὗ ἐλθόντος οὐδ' οὕτως ἔσται τὸ πρᾶγμα. πῶς γὰρ ἂν ὁ τὴν γλῶσσαν ἐκτμηθεὶς ἔχοι λαλεῖν; ὁ τοίνυν οὕτω καιροσκοπῶν οὐδέποτε τὸ πρᾶγμα ἐπιτελέσαι βούλεται. πολλὰ τοιαῦτα σχήματα παρὰ τῷ ποιητῇ ἐν τοῖς ἑξῆς. πρὸ δὲ ἐκείνων ἐνταῦθα τοιοῦτόν ἐστι. λέγει τῷ Χρύσῃ ὁ βασιλεύς, ὅτι «οὐ λύσω τὴν Χρυσηΐδα πρίν μιν καὶ γῆρας ἔπεισιν ἐν Ἑλλάδι» τουτέστιν οὐδέποτε λύσω αὐτήν. εἰ γὰρ μὴ νῦν, ὅτε καὶ νεάζει καὶ τῆς πατρίδος ἐστὶν ἐγγύς, ὅτε περιὼν ὁ πατὴρ αὐτὴν ἐξαιτεῖται, ὅτε δῶρα δίδοται, πολλῷ πλέον οὐ λύσει αὐτὴν ὅτε μηδὲν τούτων γίνεται. καιρὸν οὖν ὑποτιθεὶς ὁ βασιλεύς, ἐν ᾧ ἔσται τὸ ὑπεσχημένον, ἀνάνευσιν τελείαν ποιεῖται τῆς πράξεως. ὅρα δέ, οἷος ἔσται ὁ βασιλεύς, ἐὰν μετὰ μικρὸν ἐξ ἀνάγκης