Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.470
Not analysed yet
ὁ Γεωγράφος χωρίον τῆς Ἠλείας φησὶ καὶ τοὺς Βουπρασιεῖς Ἐπειούς· καὶ ἀλλαχοῦ πάλιν λέγει, ὅτι κατοικία τῆς Ἠλείας τὸ Βουπράσιον [ἀξιόλογος, ἣ νῦν οὐκέτ' ἐστί, καὶ ὅτι ὑπεροχὴν δοκεῖ ἔχειν τότε τὸ Βουπράσιον] παρὰ τὴν Ἦλιν καὶ οἱ Ἐπειοὶ παρὰ τοὺς Ἠλείους καὶ ὅτι ὕστερον ἀντὶ Ἐπειῶν Ἠλεῖοι ἐκλήθησαν καὶ ὅτι, εἰ καὶ μέρος Ἤλιδος τὸ Βουπράσιον, ἀλλὰ ποιητικῷ σχήματι συγκαταλέγεται τὸ μέρος τῷ ὅλῳ, ὥσπερ, φησί, καὶ ἐν τῷ «ἀν' Ἑλλάδα καὶ μέσον Ἄργος». τοῦτο δὲ τὸ σχῆμα, περὶ οὗ καὶ προερρέθη, πολλαχοῦ ἀναφανήσεται. ὁ δὲ τῶν Ἐθνικῶν γραφεὺς καὶ πόλιν Ἤλιδος λέγει καὶ ποταμὸν καὶ χωρίον καὶ κατοικίαν ἀξιόλογον τὸ Βουπράσιον, κληθὲν οὕτω ἀπὸ Βουπρασίου τινὸς ἄρξαντος ἐκεῖ. ἐθνικὸν αὐτοῦ Βουπρασιεύς καὶ Βουπράσιος καὶ Βουπρασίων δέ, ὡς Καδμείων. Ἡ δὲ Ἦλις πόλις πρὸς τῇ Ὀλυμπίᾳ κατὰ τὸν τὰ Ἐθνικὰ γράψαντα, κληθεῖσα, φησίν, ἀπὸ Ἡλίου, παιδὸς Ταντάλου, κατὰ δὲ Ἡρόδοτον Αἰτωλῶν ἡ Ἦλις. ἔστι δὲ καὶ Ἀρκαδικὴ καὶ Ἰσπανίας δέ. ὁ πολίτης, φησίν, Ἠλίδειος τύπῳ κτητικῷ καὶ ὑφέσει τοῦ δ Ἠλίειος καὶ συναιρέσει Ἠλεῖος. Τρύφων δέ φησιν Ἠλίεος καὶ κατὰ μετάθεσιν Ἠλέϊος καὶ Ἠλεῖος. ὁ δὲ Γεωγράφος λέγει, ὅτι Ἠλεῖοι καὶ Μεσσήνιοι κλύζονται τῷ Σικελικῷ κόλπῳ καὶ ὅτι Ἦλις οὔπω ἔκτιστο καθ' Ὅμηρον, ἀλλ' ἡ χώρα κωμηδὸν ᾠκεῖτο. ἐκαλεῖτο δὲ κοίλη Ἦλις ἀπὸ τοῦ συμβεβηκότος, καθ' ὁμοιότητα δηλαδὴ τῆς κοίλης Λακεδαίμονος καὶ τῆς κοίλης Συρίας. πάνυ δὲ περιᾳδομένη γέγονεν ὕστερον ἡ Ἦλις διὰ τὰ ἐν αὐτῇ τελούμενα Ὀλύμπια· διὸ καὶ δῖαν αὐτὴν λέγει ὁ ποιητὴς εἰδώς, οἷα εἰκός, καὶ αὐτὸς τὴν πανήγυριν προκαταβληθεῖσαν ἐπὶ Ἡρακλέος, καθὰ καὶ Πίνδαρος ἱστορεῖ. ὅτι δὲ καὶ ψιλοῦται ἡ Ἦλις κανονικῶς, ἔτι δὲ καὶ δασύνεται παρὰ τὸ ἁλίζω, τὸ συναθροίζω, ἢ καὶ παρὰ τὸν ἀνωτέρω ῥηθέντα Τανταλίδην Ἥλιον δῆλον ἐκ τῶν παλαιῶν. [Ὅτι δὲ τὸ τῶν Ἠλείων ὑποβάρβαρον ἐσκώπτετο, δηλοῖ ὁ ἐν τῷ ἐρωτηθῆναι, πότερα Βοιωτοὶ βαρβαρώτεροι τυγχάνουσιν ὄντες ἢ Θετταλοί, φάμενος, ὡς Ἠλεῖοι. ὡς δὲ καὶ περὶ γυμνάσια εὐδοκίμουν, δηλοῖ ὁ αὐτὸς εἰπών· «γυμνικοὺς ἀγῶνας διατιθέτωσαν Ἠλεῖοι, Κορίνθιοι θυμελικούς, Ἀθηναῖοι σκηνικούς, εἰ δέ τις τούτων πλημμελοίη, μαστιγούσθωσαν Λακεδαιμόνιοι», αἰνιττόμενος ἐκεῖνος νόμῳ