Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.471
Not analysed yet
σκώμματος τὰς παρὰ Λάκωσιν ἀγομένας ἑορταστικὰς μαστιγώσεις. περὶ δὲ Ἠλείων εἴτ' οὖν Ἐπειῶν ῥηθήσεται καὶ ἐν τοῖς ἑξῆς, ἔνθα ὁ γέρων Νέστωρ λόγοις τὸν Πάτροκλον κατεργάζεται.] (v. 616 s.) Σημείωσαι δὲ ὅτι ἐμφαίνει καὶ ἐνταῦθα ὁ ποιητὴς πολλοὺς σιγηθῆναι τόπους εἰπών «ὅσσον Ὑρμίνη καὶ Μύρσινος πέτρη τ' Ὠλενίη καὶ Ἀλείσιον ἐντὸς ἐέργει»· τὰ γὰρ ἔσω τῶν τεσσάρων τούτων τόπων εἰργόμενα σεσίγηνται. ἔνθα φασὶν οἱ παλαιοί, ὅτι ὁρίοις περιορίζει τὴν Ἦλιν ὁ ποιητὴς ἀπὸ τῶν ἐσχάτων αὐτῆς μερῶν, οἷα μὴ θέλων τὰ κατὰ μέρος λεπτολογεῖν. ἡ δὲ Ὑρμίνη πολίχνιον ἦν· οὐκ ἔστι δέ, φασί, νῦν, ἀλλὰ ἀκρωτήριον περὶ Κυλλήνην ὀρεινόν, καλούμενον Ὅρμινα ἢ Ὕρμινα. ὁ δὲ τὰ Ἐθνικὰ ἐκθέμενος Ὑρμίνας δύο εἶναί φησιν ἀπὸ Ὑρμίνης, τὰς ὕστερον διὰ τοῦ ο κληθείσας. Ἡ δὲ Μύρσινος ἐσχατόωσα μὲν εἴρηται, καθά που καὶ ἡ Ἀνθηδών. ἐκλήθη δέ, φασίν, ὕστερον Μυρτούντιον· ἐθνικὸν δὲ αὐτῆς εὕρηται Μυρτούσιος. Ἡ δὲ Ὀλενία πέτρα ὄρος, φασί, τῆς Ἠλείας ἐστί. καὶ ὁ Γεωγράφος δὲ λέγει, ὅτι πέτραν Ὠλενίαν εἰκάζουσι τὴν νῦν Σκόλλιν, ὄρος πετρῶδες, κοινὸν Δυμαίων καὶ Ἠλείων. ὁ δὲ καταγράψας τὰ Ἐθνικὰ Ὤλενον ἱστορεῖ πόλιν Ἀχαίας ἀρσενικῶς καὶ θηλυκῶς ἀπὸ Ὠλένου, υἱοῦ Διός. καὶ ἴσως Ὠλενία πέτρα τὸ ῥηθὲν ὄρος ἐκ τῆς τοιαύτης Ὠλένου, ἧς καὶ ὁ Γεωγράφος μνησθεὶς λέγει, ὅτι Ὤλενος ἔρημος, κειμένη μεταξὺ Πατρῶν καὶ Δύμης, καὶ ὅτι δείκνυται ἴχνη μεταξὺ Πατρῶν καὶ Δύμης τοῦ παλαιοῦ τῶν Ὠλενίων κτίσματος καὶ ὅτι Ὅμηρος τοῦ ἐν Ἀχαίᾳ Ὠλένου οὐ μέμνηται, ἀλλὰ τοῦ ἐν Αἰτωλίᾳ ὁμωνύμου κτίσματος. καὶ ἰδοὺ καὶ τοῦτο ἑτερωνυμίας τινὸς ὑπόδειγμα, εἴπερ τόπον μὴ εἰπὼν Ὤλενον Ὠλενίην πέτραν ὠνόμασεν ἀπὸ Ὠλένου παρωνομασμένην. Τὸ δὲ Ἀλείσιον ἐν μὲν τοῖς παλαιοῖς τῶν ἀντιγράφων διὰ διφθόγγου φέρεται, ὡς ἀπὸ τοῦ ἀλέω ἀλέσω κατὰ τὸν Ἐτυμολόγον, ὁ δὲ τῶν Ἐθνικῶν ἐκθέτης διὰ τοῦ η γράφει αὐτὸ λέγων οὕτω καλεῖσθαι ἀπὸ Ἀλησίου, υἱοῦ Σκιλλοῦντος, ἑνὸς τῶν τῆς Ἱπποδαμείας μνηστήρων. ἔστι δέ, φησί, καὶ Ἁλήσιον πεδίον Ἠπείρου, παρώνυμον τῷ ἁλί, ὡς πηγνυμένου ἐκεῖ πολλοῦ ἁλός. Στράβων δὲ ἱστορεῖ, ὅτι περὶ τὸ Ὁμηρικὸν Ἀλείσιον ἀγορὰν κατὰ μῆνα συνάγουσιν οἱ περίοικοι καὶ ὅτι τὸ Ἀλείσιον καὶ Ἀλεισίου κολώνην ὁ ποιητὴς καλεῖ εἰπών· «πέτρης τ' Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη κέκληται». ὑπερβατῶς γάρ, φησί, δεκτέον «καὶ ἔνθα Ἀλεισίου κολώνη κέκληται». λέγει